Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 105: To Tithoes, His Son
ρε΄. Τιθοίῳ τέκνῳ.
Μικρὰ ἡ ἐπιστολή σου, τέκνον, ἀλλὰ μεγάλης θλίψεως ἔχουσα δύναμιν· καὶ οἶδ᾽ ὅτι ἐλύπησά σε τὸν υἱόν μου, ἀλλ᾽ οὐ βουλόμενος, ἀλλ᾽ οὐκ ἀσυμπαθῶς φερόμενος· ἵνα δὲ γνοίης ὅτι πατέρα ἔχεις, κἂν ἁμαρτωλὸν, ὅμως φιλότεκνον· ἐκ γὰρ πολλῆς μου ἀγάπης ἧς ἔχω περὶ σὲ, πρὸς τὸ τέλειόν σε εἶναι καὶ ἐν μηδενὶ λειπόμενον, ἔπληξα, ἐλύπησα, ὀνείδισα, ἐβάρυνα τὴν ἀγανάκτησιν, ὅπως οἷον ζητεῖ ἡ ἀλήθεια ἀπεργάσοιμί σε· καί γε χάριτι Χριστοῦ εὗρον ὡς ἐν πυρὶ τῇ θλίψει δοκιμασθέντα, καὶ χρυσίου τιμιώτερόν μοι ὀφθέντα, δι᾽ ὧν ἀπελογήσω, δι᾽ ὧν κατηνύγης, δι᾽ ὧν ἐβραχυλόγησας· τὸ γὰρ μικρὰς φωνὰς ἀφεῖναι ἀπολογίας τὸν ἐπιτιμούμενον, μεγάλης ταπεινώσεως καὶ ἀρετῆς μέτρον· ἴδες πῶς σου ἀνεσκάλευσα τῷ ὀρυκτῆρι τῆς ἐπιτιμίας, τοὺς τῆς ἀρετῆς θησαυροὺς τέκνον· καὶ ἀγνοουμένους εἰς προῦπτον ἤγαγον τοῖς ἀδελφοῖς σου, ἄλλον ἐξ ἄλλου σε φανερώσας· ὥστε καὶ χάριν ὀφείλεις μοι ὁμολογεῖν ἐπὶ τῇ ὑψώσει τῆς δόξης σου· ἔστρεψάς μου τὴν θλίψιν ἣν ἄκων ἐποίησα εἰς χαρὰν μεγάλην· ἐκαρδίωσάς με μεῖζον πολὺ, ἐν τῇ θερμῇ σου φιλίᾳ ὡς μάρτυς θεός· ὥστε οὐ μεταμεμέλημαι πλήξας, ἤνοιξα γὰρ πηγὴν ἀγάπης· ὥστε οὐκ εὐκαταφρόνητος ὁ ἀποστολικὸς νόμος· «ἔλεγξόν φησιν, παρακάλεσον, ἐπιτίμησον, εὐκαίρως ἀκαίρως» οὕτω, τέκνον μου ποθητὸν, εἰς καλὸν ἐν πᾶσι γέγονε τὸ γράμμα ἐκεῖνο· οἶδα ὅτι ἀγαπᾶς με, ἐπεὶ κἀγὼ σέ· οἶδα ὅτι καὶ τοὺς ὀφθαλμούς σου εἰ δυνατὸν ἐξορυχθῆναι ἔδωκές μοι ἂν, ἐπεὶ κἀγὼ σοί· χάρις τῷ θεῷ τῷ οὕτως οἰκονομήσαντι· ἔχου τέκνον μου ποθητὸν τῆς διακονίας σου τελεώτερον· συγχωρηθείη σοι πᾶν ἁμάρτημα ὡς καὶ τοῖς πᾶσιν· ἵνα δέ σοι δείξω καὶ ἐν ὑποδείγματι τὸ πλεονάζον τῆς πρὸς σέ μου ἀγάπης ἐν κυρίῳ, δέξαι τὸ ἐγκώμιον τοῦ δεσπότου ἡμῶν τοῦ Θεολόγου, ὃ ἐπὶ σοῦ, καὶ διὰ σοῦ πλέον κινηθεὶς ἐτόλμησα ὁ ἀνάξιος ποιῆσαι· μετάγραψον οὖν αὐτὸ καθαρίως, καὶ εὔξασθε καταπεμφθῆναι μοι ἄφεσιν ἁμαρτιῶν, ἐν οἷς καὶ ἐν τῷ ἐγκωμίῳ ἔσφαλα καὶ ἐνέλειπον ὁ τάλας, καὶ ἐνέλειπον ὁ τάλας, καὶ ἐν παντὶ πάντοτε τῷ ἁμαρτωλῷ μου βίῳ· περισσοτέρως δὲ παρακαλῶ παρασκευάσθαι ὑμᾶς καθ᾽ ἑκάστην ἐν τῷ προκειμένῳ διωγμῷ ὑπὲρ Χριστοῦ, ἵνα μηδεὶς ἡμῶν θεοῦ εὐδοκίᾳ καταισχυνθῇ· βλέπε ἀδελφὲ πῶς παρακαλεῖτε καὶ ὑπομνηματίζετε ἀλλήλους ἐν τοῖς ὑπὲρ εὐσεβείας ἄθλοις· ἄσπασαι τὸν καλόν μου Δομετιανόν· ἄσπασαι Εὐπρεπιανὸν τὸν σύγκλειστον καὶ σύμψυχον καὶ συνταλαιπωρήτην μου· ἄσπασαι Θεόδουλον τὸ πιστόν μου τέκνον· ἄσπασαι Μητροφάνην τὸν ποθητόν μου υἱόν· ἄσπασαι μυστηρίως Κασιανὸν καὶ Νεῖλον τοὺς πρὶν μὲν λυπήσαντας, ἄρτι δὲ διὰ τῆς ἀπολογίας φιλητούς μου παῖδας· ὁ Χριστὸς μεθ᾽ ὑμῶν· ἡ ἀγάπη μου ἐν κυρίῳ μετὰ πάντων ὑμῶν· ἀμήν.