Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 106: To the Same
ρϛ΄. Τῷ αὐτῷ.
Οὐ πολλοῦ μοι λόγου χρεία ἐν τῇδε τῇ ἐπιστολῇ, τέκνον ἠγαπημένον, διὰ τὸ ἐν τῇ προπεμφθείσῃ τὰ νῦν δηλωθέντα μοι διὰ τῶν γραμμάτων σου καὶ ἀποδέξασθαι καὶ ἀποκριθῆναι· ὅμως καὶ ἡ ἐπιδευτέρωσίς σου ἀποδεκτέα μοι πάνυ· εὔχομαι οὖν ὡς ἁμαρτωλὸς τελειῶσαι σου τὸν δρόμον, οὐ μόνον τὸν διὰ παντὸς τοῦ βίου, ἀλλ᾽ ἤδη μάλιστα τὸν ἐνιστάμενον· ἴδε γὰρ τί ἔπαθον οἱ ἀδελφοί σου, οἱ μὲν διὰ τῆς ὑπομονῆς τῶν ὀδυνῶν στεφανωθέντες, οἱ δὲ διὰ τῆς ὀλιγωρίας καταισχυνθέντες· κράτυνον ἔτι κράτυνον σαυτὸν τέκνον μου σὺν τοῖς ὑπὸ χεῖρα τῆς διακονίας σου· καὶ ἐμπαράσκευοι ἐστὲ παρακαλῶ καθ᾽ ἑκάστην ἡμέραν πρὸς τὸ τὰ ἴσα παθεῖν· εἰ δέ τις ἐξ ἀπιστίας ὀκλάζει κατὰ τὰς ἁμαρτίας μου, ὑποχωρείτω, ἵνα μὴ πρὸς τῇ οἰκείᾳ ἀπωλείᾳ καὶ ἄλλοις γίνοιτο αἴτιος ἥττης· πόσῳ γὰρ συνέφερεν τοὺς περὶ Λουκιανὸν τοῦτο πράξαι, καὶ μὴ τὸ δοκεῖν φερεπόνους ὑπάρχειν καὶ εἰς πτῶσιν ἐνεχθῆναι· ὦ τῶν ἁμαρτιῶν μου, δι᾽ ἐμὲ γὰρ πάντα τὰ κακά· ἐδεξάμην καὶ νῦν τὰς εὐλογίας ὑμῶν, καὶ πολλαί εἰσιν καὶ καταβαρῶ ὑμᾶς, συγχωρήσατε· πλὴν πληρωθείητε παντὸς ἀγαθοῦ· ἄσπασαι τὸν οἰκονόμον καὶ παροικονόμον καὶ τοὺς λοιπούς· λέγων τῷ οἰκονόμῳ ὅτι πάνυ ἀπεδεξάμην τὰ γράμματά σου· οἱ σὺν ἐμοὶ προσαγορεύουσίν σε.