Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 107: To Dometian, His Son

ρζ΄. Δομετιανῷ τέκνῳ.

Εἴωθας πάντοτε, τέκνον μου, ἀνακαλεῖσθαι με ἐν ταῖς ἐξορίαις, ὡς παῖς γνήσιος τὴν οἰκείαν μητέρα· καί περ οὐ γάλακτος δεόμενος ἀλλὰ στερεοτροφῶν ἐν κυρίῳ· τί οὖν; τῆς πολλῆς σου ἀγάπης τὸ αἴτιον οὐκ ἀνεκτῶς φερούσης τὸν χωρισμόν· ἀλλὰ δοίη σοι κύριος τὸ ἑαυτοῦ φίλημα, καὶ στερεώσειέν σε τὸν ὑπὲρ αὐτοῦ ἀγῶνα ἤδη προκείμενον ἄριστα διανύσαι· οἶδα σε γὰρ τίς εἶ, ὅτι θερμῶς ζητεῖς τὸν Χριστόν· ἴδε καιρὸς σύντομος εὐρέσεως· διάθου σαυτὸν κράτιστα· πίωμεν τέκνον μου τὸ ποτήριον ὃ ἔπιεν ὁ κύριος ἡμῶν, ἵνα γλυκανθῶμεν σὺν αὐτῷ εἰς αἰῶνας· ζέσωμεν μάλα τῷ πυρὶ τῆς θείας ἀγάπης, καὶ τὸν χειμῶνα τῆς ἀπιστίας οὐ δείσωμεν· οἱ γὰρ χλιαροὶ ἀδελφοὶ τί πεπόνθασιν, οἶσθα· ἡμεῖς τῶν ζεόντων ἐσόμεθα ὧν τὰ στέφη ἰσομάρτυρα· εἶεν ταῦτα καὶ ἐφ᾽ ἡμῖν· ἐδεξάμην σου καὶ νῦν τὰς προσφορὰς, καὶ μάλιστα τὸν καμψάκην τοῦ ἐλαίου· καὶ ἵνα τί αὐτὸ ὃ εἶχες ἔπεμψες; πλὴν ὁ θεός μου ἀντιδοίη σοι τὰ αἰώνια· προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ θερμότερον· οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἀσπάζονται.

· Contents ·