Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 108: To Euthymius and the Other Brethren
ρη΄. Εὐθυμίῳ καὶ τοῖς λοιποῖς ἀδελφοῖς.
Τίς ἡ ἀκοὴ ἡ τὰ ὦτα τῆς ἐμῆς ταπεινώσεως περιηχήσασα; τίς ἡ ἀγγελία ἡ τὴν ἀθλίαν μου ψυχὴν ἐξάπινα ἐκθαμβήσασα; καὶ Εὐθύμιος ὁ ἐμὸς γνήσιος υἱὸς ἐν μάρτυσι μεθ᾽ ἑτέρων ἐννέα, ὧν τὰ ὀνόματα Ἐφραὶμ, Ἀφροδίσιος, Ἀμωνὰς, Ὑπερέχιος, Στέφανος, Παρθένιος, Ἡγήσιμος, Συμεὼν καὶ Δωρόθεος· μικροῦ καὶ ἀπιστῶ· μικροῦ καὶ τοῦ γράφειν ἐγκόπτομαι δάκρυσιν ὁμοῦ καὶ χαρᾷ περιεχόμενος· δόξα σοι ὁ θεὸς ὁ μαρτυρικοῖς ἀγῶσι περιαστράψας ὑμᾶς· ἐβαστάξατε τέκνα ἀγαθὰ αὐτοὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τοῖς τιμίοις ὑμῶν μέλεσιν· ἐδώκατε ὡσαύτως τὸν νῶτον ὑμῶν εἰς τοσαύτας μάστιγας· ἡγιάσθη ἡ γῆ ἐν τοῖς αἵμασιν ὑμῶν· πόθεν καὶ πῶς ἐκ πάντων αὐτοὶ τόδε τὸ κλέος ἐκληρώσασθε; πολλὴ ἡ παῤῥησία· ἀθλοφορικὴ ἡ πρὸς τὸν χριστομάχον Ἀντώνιον ὑπόκρισις ὑμῶν· εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ἀπαρχὴ ἁγία, στήλη ἀνδρείας τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ, εὐζηλία καὶ ἀναπλήρωσις τοῦ μοναδικοῦ τάγματος· μία ὥρα ἡ ποινὴ, διαιωνίζουσα ἡ μισθαποδοσία· ἐπ᾽ ὀλίγον τὰ ἀλγεινὰ, καὶ ἀπλήρωτα τὰ ἀγαθά· ἄπειτε καὶ αὐτοὶ χρυσότεκνοι, τάττοισθε μετὰ τῶν ἰσαρίθμων ὑμῶν κρητιαίων μαρτύρων, προσεύξασθε ἑπομένως ὑμῖν κἀμὲ τὸν ἀνάξιον ὑμῶν πατέρα θεοῦ εὐδοκίᾳ ἐπιέναι· ἤκουσεν καὶ ηὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Βυζαντίδος, εἴτ᾽ οὖν ἀνατολὴ καὶ δύσις μακαρίζουσα ὑμῶν τὴν θεοστεφάνωτον δεκάδα. Οὕτως ὑμῖν ἐν βραχέσι διελέχθην, πολλοῖς ἐγκωμίοις οὖσιν ἀξίοις· ὧν τὴν μνήμην ὁ ἑξῆς δηλώσει χρόνος εἰς καύχημα ὀρθοδόξων, εἰς αἰσχύνην τοῦ ἐχθροῦ· τὰ δὲ νῦν συγκακοχούμενος καὶ συνανιώμενος ὑμῖν τῇ διαθέσει, ἐπεὶ ἐμὰ μέλη τὰ ἀλγυνόμενα ταῖς πληγαῖς, παρακαλῶ καὶ ἀντιβολῶ, ἀσπάζομαι καὶ περιπτύσσομαι, προτείνω ὑμῖν τὰς χεῖρας· στῆτε κύριοί μου στῆτε· ἔτι ὁ Χριστὸς ἀγωνοθετεῖ· ἔτι βούλεται πολυπλασιάσαι ὑμῶν τοὺς στεφάνους· ὧν ἡ ἀρχὴ θαυμαστὴ, τούτων εἴη καὶ τὸ τέλος ἐπάξιον· μὴ δείσωμεν τὰ μέλλοντα· ὁ τότε δυναμώσας, καὶ αὐτίκα πάρεστιν· καὶ μᾶλλον ἀσπάσῃ τε καὶ κουφίσει τὰ ἄλγη, καὶ ὑψώσει τὸ κέρας ὑμῶν· εἴπατε καὶ αὐτοὶ βέλη νηπίων ἐγενήθησαν ἡμῖν αἱ πληγαὶ αὐτῶν· ἐκείνων ἐστὲ σπέρμα τῶν ἐν πυρὶ δροσισθέντων, καὶ λέοντας φιμωσάντων· μὴ δὴ καλῶς ἐναρξάμενοι, καὶ μαρτυρικοῖς αἵμασιν ἀλειψάμενοι, ἔπειτα κατολιγωρήσωμεν· φοβερὸν γὰρ ὦ τέκνα τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος· κώνωψιν παραβλητέα τὰ ἀνθρώπινα ἄλγη· οὕτω τοιγαροῦν καὶ πιστεύω καὶ ἐγκαλλωπίσομαι κἀγὼ ὁ τάλας δι᾽ ὑμῶν, ἀλλὰ μὴν καὶ σωθήσομαι· τέλος τοῦ λόγου σκοπήσατε ὅτι ὅσον ἐξεφημίσθητε εἰς τὴν οἰκουμένην, τοσοῦτος καὶ ὁ ἀγὼν ὑμῖν τῆς καλῆς τελειώσεως, θεοῦ δηλαδὴ ἐνιχύοντος· ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· οἱ σὺν ἐμοὶ ἤδη φιλοῦντες φιλοῦσιν ὑμᾶς.