Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 109: To Gennadius, His Son

ρθ΄. Γενναδίῳ τέκνῳ.

Βραδὺ μὲν, ὅμως ἐδεξάμην σου γράμμα, ἐπιπόθητόν μου τέκνον· καὶ τοῦτο ἐμμελές· ἀλλ᾽ ἵνα τί ὀψίσθης; οὐκ οἶδας ὅτι ἐν τῇ ἀπουσίᾳ, εἰ μὴ ἐγγράμματος συνοψισμὸς γίνοιτο, κινδυνεύει τὸ τῆς ἀγάπης καλὸν, καὶ τὸ τῆς πίστεως ὁμονοητικόν; καὶ εἰ μὲν οὐχ οἷός τε ἦς ἐπιστέλλειν ἀπειρίᾳ γραμμάτων, ἦν ἂν τὸ σύγγνωστον· ὅπου γε, καὶ οὕτω οὐκ ἔξω μομφῆς διὰ τὸ χειρὶ ἑτέρου ἐκτελέσαι τὸ καθῆκον· ἐπεὶ δὲ χάριτι Χριστοῦ ἰσχύεις καὶ ἄλλοις κιχρᾶν ἑαυτὸν, οὐκ ἐπαινετὴ ἡ βραδυτής· ἀλλὰ τοῦτο μὲν ἔστω σοι συγχωρητόν· ἵνα τί δὲ προσάπτεις μοι ἐπαίνους ὧν ἀμοιρῶ; εὔχου τοίνυν ἐπιτυχεῖν με θεοῦ διὰ τῆς ἐν παντὶ τρόπῳ δεξιοπραγίας· καί γε τοῦτο κἀγὼ ἐπὶ σοὶ αἰτῶ, ὡς ἂν διασωθείης, μήτε ὑπὸ ἀοράτων ἐχθρῶν, μήτε ὑπὸ τῶν νῦν ὁρωμένων ἁλούς· σῶαν σου δὲ τὴν παρακαταθήκην προσαγάγοις τῷ δεδωκότι θεῷ. Εἶεν.

· Contents ·