Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 110: To Thaddaeus, His Son and Confessor
ρι΄. Θαδδαίῳ τέκνῳ καὶ ὁμολογητῇ.
Τί καλὰ τὰ γράμματά σου, τέκνον μου, ἠγαπημένον Θαδδαῖε; τί τοῦτο; ὅτι καὶ ταπείνωσιν ἔχουσιν, καὶ πίστιν εἰλικρινῆ, καὶ ἀγάπην θερμήν· τὸ θαυμαστὸν, ὅτι καὶ γνῶσιν ἀψευδῆ· ἤψατο γὰρ ἀληθῶς, τέκνον, τῆς περὶ τῆς εἰκόνος Χριστοῦ ἀληθείας ὁ νοῦς σου· καὶ κράτει ὡς ἐδράξω καὶ ἐφώτισεν ὁ θεός· καὶ γὰρ ἀχώριστός ἐστιν ἀπὸ Χριστοῦ ἡ εἰκὼν αὐτοῦ ὅπου περ ἂν εἴη ἐν ὕλη ἐκτετυπωμένη, ὡς ἔξω τῆς ὕλης μένουσα τῇ ἐπινοίᾳ· καθ᾽ ὃ καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις μία ἐν ἀμφοτέροις· ὥστε τῇ τῆς εἰκόνος ἀρνήσει, ἀρνεῖσθαί ἐστι Χριστόν· ὡς καὶ ἔμπαλιν τῇ ὁμολογίᾳ ὁμολογεῖσθαι· καὶ μακάριος εἶ ὅτι ἐπέγνως τὴν ἀλήθειαν, ἣν ἀπέκρυψεν τοῖς σοφοῖς, μᾶλλον δὲ μωροῖς τοῦ αἰῶνος τοῦδε ὁ θεός· καὶ ἀπεκάλυψεν αὐτὴν νηπίοις εἴτουν ἀκάκοις καθάπερ σύ· αὕτη ἡ ἀληθὴς ἡμῶν λατρεία τῶν ὀρθοδόξων, καὶ ὑπὲρ ταύτης μέχρις αἵματος ἀγωνισώμεθα τέκνον· μηδαμῶς πτυρόμενοι ὑπὸ τῶν ἀντικειμένων, μηδὲ ὑποχαυνούμενοι· χαίρω ἐπὶ τῇ προθυμίᾳ σου, καὶ ὅτι ἐν φυλακῇ ὦν, ἐναβρύνῃ ἐχόμενος τοῦ ἔργου σου· ἡμεῖς δὲ οὐκ ἠξιώθημεν διὰ Χριστὸν παθεῖν τί· εὔχου δὲ τέκνον διανύσαι θεοπρεπῶς σὺν ὑμῖν τὸν προκείμενον ἀγῶνα· προσαγορεύουσίν σε οἱ ἀδελφοί σου· ὁ κύριος μετὰ τοῦ πνεύματός σου.