Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 12: To Abbot Joseph
ιβ΄. Ἰωσὴφ ἡγουμένῳ.
Ἤνεγκεν ὁ καιρὸς χρήσασθαί με φιλικῷ γράμματι τῇ ἁγιωσύνῃ σου· πρότερον μὲν γὰρ ἡνίκα σκυθρωπαὶ ὑποθέσεις ὑπὸ τῶν κρατούντων εἰσφθάρησαν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κατὰ τὰς ἁμαρτίας μου, τοσοῦτον ἀπεσχοινίσθημεν ἐξ ἀλλήλων, ὡς ἀνατολῇ καὶ δύσει ἀκουστὸν γενέσθαι τὸ δράμα τῆς διαστάσεως· φεῦ τῶν ἡμερῶν ἐκείνων· φεῦ τῆς δραματουργίας ἐκείνης· εὐαγγελίου θεοῦ γὰρ ἦν παράβασις, δι᾽ ἣν ἐδονήθη τὰ πέρατα, καὶ οὐρανὸς ἐπεστέναξεν· νυνὶ δὲ ἐπὰν ἐκ ποδῶν γέγονε τὰ τηνικαῦτα τυρβασθέντα νεύσει τῆς προνοίας, εἰ καὶ τὰ χείρονα παραχωρήσει ταύτης ἐξεκαύθη τὰ νῦν, δῆλον ὅτι ἐκ τῶν προλαβόντων ὡρμημένα· φεῦ μέντοιγε καὶ τῶν τῇδε ἡμερῶν, ἃς οὐδὲν ἄλλο ὑποληπτέον, ἢ τῆς τοῦ ἀντιχρίστου παρουσίας προεισόδια· ὅμως ἐπειδὴ χάριτι τοῦ ὑπεραγάθου θεοῦ εἰς ταυτὸν ἡμῖν, μᾶλλον δὲ τῇ ἀληθείᾳ συμφωνοῦσα ὥφθη, καὶ τὴν αὐτὴν ἔνστασιν τῆς εὐσεβείας τοῖς πᾶσιν ὀρθοδόξοις αἱρησαμένη· καὶ ταῦτα ἐν γήρει καὶ προθυμίᾳ ζεούσῃ, ὃ καὶ παράδοξον καὶ αἰνούμενον, ἐπανατρέχων εἰμὶ ὁ ταπεινὸς εἰς τὴν πάλαι ἀγάπην καὶ συνάφειαν· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν, ὥς φησι τὸ θεῖον στόμα, ὡς ἡ περὶ θεοῦ συμφωνία· καὶ οὐδὲν οὕτως εἰς διάστασιν, ὡς ἡ περὶ αὐτοῦ διαφωνία.
Διὰ τοῦτο ἐπεκδυσάμενος ὥσπέρ τι νέφος πονηρὸν τὰ προλαβόντα, μετὰ χαρᾶς μεγάλης αἴθριόν σοι τὸ τῆς ὁμονοίας φάος ἀνατέλλω πρὸς τὰ παρόντα, καὶ ὡς πατρί μου ἀγαπητῷ προσφθέγγομαι· καὶ ὡς δεδιωγμένῳ καὶ περιωρισμένῳ ἕνεκεν δικαιοσύνης πρόσειμι· στεφανῶν σε τοῖς ἐπαίνοις καὶ μεγαλύνων τοῖς ἐγκωμίοις τὴν πολιὰν τὴν αἰδέσιμον, τὴν ἄσκησιν τὴν μακροχρόνιον· καὶ ὦ τῆς μεγαλοδωρεᾶς τοῦ θεοῦ οὐκ ἐασάσης ὑπὸ τὸν σκοτεινὸν μόδιον τὸν πρὶν καλυφθῆναί σου τὰ φωτοειδῆ ἀριστεύματα· ὁμολογητήν σε νῦν Χριστοῦ προσκυνῶ, φύλακα ὀρθοδοξίας αἰνῶ, συγχαίρων καὶ συναγαλλόμενός σοι ἐν τοῖς ὑπὲρ τοῦ ἀγαθοῦ ἀγωνίσμασιν· εἴπερ τῶν χαρισμάτων τὸ μέγιστον κατὰ τὸν ἀπόστολον τὸ ὑπὲρ Χριστοῦ πάσχειν· πλὴν ὅτι τὸ τίμιόν σου γῆρας κατελεῶν εἰμὶ, κακοπαθεῖν οὐκ εὐχερῶς ἔχον· ἀλλ᾽ ὅμως πέποιθα ὅτι πάντα ἰσχύσειας ἐν τῷ ἐνδυναμοῦντι σε Χριστῷ, εἰς νῖκος ὀρθοδοξίας· εἰς καύχημα ἐμοῦ τε τοῦ ἁμαρτωλοῦ καὶ τῶν ἐξ ἴσου φιλούντων σε· μᾶλλον δὲ καὶ τῆς ὅλης ἐκκλησίας τοῦ θεοῦ, εἰς στέφανον δικαιοσύνης σου αἰώνιον· ἀντιγράψαι δὲ εἰ οὐχ οἷόν τε, ἀλλ᾽ οὖν χαρίζου μοι τὸ κράτιστον ὧν ἔχεις τὰς ἱερὰς προσευχάς σου· πλήρης γάρ εἰμι ἁμαρτημάτων, καὶ πάντων ἀνθρώπων οἰκτρότερος.