Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 111: To Ignatius, His Son
ρια΄. Ἰγνατίῳ τέκνῳ.
Ἐπέγνων σε καὶ νῦν διὰ τῶν γραμμάτων ὅτι ἐμὸν τέκνον εἶ καὶ σπλάγχνον· ἀλλὰ φυλαχθείης ὅπου περ ἂν καὶ εἴης· οὐδὲ γὰρ τὸ ὑποχωρῆσαί σε μεμπτέον, ἡνίκα μάλιστα οὐδὲ παρεπέμφθης πρὸς τοῦ βασιλέως ἐν Σακκουδίωνι· πλὴν ἄφελε τέκνον μου τὴν δειλίαν καὶ πτόησιν ἐκ ψυχῆς σου, ἀκούων καὶ πιστεύων τῷ λέγοντι· «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐμβαλεῖν εἰς γέενναν τοῦ πυρός·» ὥστε ὅπου ὁ τοῦ θεοῦ φόβος, ὁ ἀνθρώπινος ἐξώρισται· οἱ δύο γὰρ ἐπὶ τὸ αὐτὸ οὐκ ἐγχωροῦσιν εἶναι· ὡς οὐδὲ φῶς ὁμοῦ καὶ σκότος· «τίς γάρ, φησιν, δύναται δύο κυρίοις δουλεύειν; ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει·» τί οὖν τὸ λεγόμενον; ὅτι ὁ τὸν τῶν ἀνθρώπων φόβον ἔχων, τὸν τοῦ θεοῦ οὐκ ἔχει· εἰ οὖν ὑποβάλλεται ὑπὸ τοῦ ἐχθροῦ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων παθῶν καὶ πάντως γίνεται· ἀλλ᾽ οὖν νικάτω ὁ νενικηκὼς τὸν κόσμον· σπουδαστέον τοίνυν τὰ ἐφόδια προπαρασκευάζειν τῆς ἀνθρωπίνης ἀφοβίας, ἅ τινά ἐστι, πίστις, ἐλπὶς, ἀγάπη· «ἡ ἀγάπη φησὶ χρηστεύεται, μακροθυμεῖ· ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ φυσιοῦται, οὐ περπερεύεται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ὑπομένει, πάντα ἐλπίζει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει·» ἐν τούτοις διατηρηθείης σὺν ἐμοὶ καὶ πᾶσιν ἀδελφοῖς.