Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 112: To Sergius the Notary
ριβ΄. Σεργίῳ νοταρίῳ.
Ἀκούων ὅτι φυλάττει ἑαυτὴν ἡ θεοφιλία σου ἀμέτοχον τῆς τῶν αἱρετικῶν κοινωνίας, καὶ ὅτι ζηλοῦσά ἐστι τῷ κυρίῳ ἀποδεχομένη τοὺς ὀρθόφρονας ἀνδρικοὺς μέχρις αἵματος· ἐπαναινομένη δὲ ἐν τοῖς ἀνερματίστοις καὶ προδόταις τῆς ἀληθείας· χαίρω ὁ ταπεινὸς εὐχαριστῶν τῷ θεῷ, ὅτι ὁ ἀρχαῖος φίλος καὶ ἴδιος, τὰ τῷ θεῷ φίλα τε καὶ ἴδια ὀρέγεται καὶ περιέπει· βλέπεις γὰρ ὡς κορυφοῦται ἔτι μᾶλλον καὶ μᾶλλον ὁ διωγμὸς ἀποτελῶν ἤδη καὶ μάρτυρας· ὧν εἷς ὁ ἡμέτερος Θαδδαῖος καὶ τῶν ἁγίων σύσκηνος· ὅτι δὲ φιλεῖς ἡμᾶς τοὺς ἀποθήτους διὰ τὰς ἁμαρτίας, ἴσμεν· στέργομεν γάρ σε καὶ ἡμεῖς· οὐκ ἔστι δὲ φιλοῦντα μὴ ὑπὸ τοῦ φιλουμένου ἀντιστέργεσθαι· ἀλλ᾽ ἵνα καὶ προσεύχῃ παρακαλῶμεν τελειῶσαι ἡμᾶς τὸν προκείμενον ἀγῶνα ἐλέει θεοῦ.