Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 113: To Cledonius, His Son
ριγ΄. Κληδονίῳ τέκνῳ.
Ἐναγώνιος τῇ τῶν ἀδελφῶν σου ἀθλήσει γέγονας τέκνον, καὶ οὐ θαυμαστόν· ἐπεὶ καὶ ἡμεῖς τῷ αὐτῷ πεπόνθαμεν· ἀλλὰ μὴ δείσῃς· γέγραπται γὰρ «κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος·» ὥστε θαῤῥεῖν ἡμᾶς χρὴ καὶ οὐδὲ δεδοικέναι· τούτῳ τῷ θάρσει νενικήκασιν οἱ ἀθλήσαντες· καί γε τῷ οἰκείῳ αἵματι τελειωθεὶς Θαδδαῖος ὁ ἅγιος ἐνεδήμησεν πρὸς κύριον· οὐκ ἔστιν οὖν πραγματειῶν ἡ μεγίστη, ἑκατὸν μάστιξιν ἢ καὶ πρὸς, ὅσον ἂν καὶ ὑποβάλλῃ ὁ λογισμὸς, ἢ οἴκοθεν ἢ ἐκ διαβολικῆς ὑποσπορᾶς, δειλανδρίσαι ἐμποιούσης, ἀντισχεῖν βασιλείαν οὐρανῶν, καὶ τὴν ἐν ἀπείροις αἰῶσιν ἀγαλλίασιν; καὶ οὐκ ἔστι χαλεπὸν σφόδρα φειδοῖ τῶν ἐκ μαστίγων ὀδυνῶν προέσθαι τὴν πίστιν, καὶ μήτε ὦδε ἔχειν ἄνεσιν αἰσχύνῃ τῆς πτώσεως, καὶ συνειδότι τρωμαλιοῦντι, καὶ εἰς αἰῶνας ἀτελευτήτους κολάζεσθαι; οὕτω, τέκνον μου ἠγαπημένον, στόμωσον τὴν καρδίαν σου· καὶ οὕτω φρονῶν, σχοίης τὸν Χριστὸν ἐπίκουρον, ὡς ἀληθῶς ἔχει· εἰ δὲ καὶ ὑποτίθεται ὁ λογισμὸς, καὶ μετὰ ἄρνησιν εἶναι πάλιν διὰ μετανοίας σωτηρίαν ὥσπερ καὶ ἔστιν, ἀλλὰ τίς ὁ ὑπισχνούμενος ὅτι πάντως εὕρομεν μετάνοιαν, ἢ ἁρπαζομένων ἡμῶν θάττον, ἢ δυσχερῶς ἀνακλινομένων τοῦ πτώματος; πόσον δὲ καὶ εἰσοίσομεν δάκρυον καὶ τὰ ἄλλα τῆς μετανοίας φάρμακα, ἵνα διαλλάξωμεν τὸν κριτήν; καὶ οὕτω τρεμόντων τὸν θάνατον, καὶ ἀεὶ κατησχυμμένων ὄντων καὶ ἀπαρρησιάστων· ἐρώτησον τοὺς περὶ τὸν ἐλεεινὸν Λουκιανὸν, εἶτα τοὺς περὶ Δωρόθεον τὸν μακάριον, ποταπὴ καρδία ἐν ἀμφοτέροις· καὶ εὑρήσεις καὶ ἀκούσεις, ἐν μὲν τοῖς πρώτοις, ὀδύνην, σκότος, αἰσχύνην, ῥαγῆναι τὴν γῆν εὐχομένοις εἰς τὸ καταπιεῖν αὐτούς· ἐν δὲ τοῖς δευτέροις χαρὰν ἀβάστακτον, φῶς, εὐπροσωπίαν, αὐτὸν τὸν Χριστὸν, ὡς μήποτε ἐσχηκόσιν ἀπὸ γεννήσεως τοιαύτην ἡδονήν· τίς οὖν ἄφρων, τίς λιθοκάρδιος, τίς μεμηνὼς, μὴ γνῶναι ὅτι καλὸν τὸ παθεῖν ὑπὲρ Χριστοῦ; οὕτως σε θεὸς τελειώσειεν, τέκνον μου, εὐχόμενον ὑπὲρ ἐμοῦ, καθὰ λέγω καὶ πράξαι ἐν κυρίῳ.