Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 114: To Dorotheus, His Son

ριδ΄. Δωροθέῳ τέκνῳ.

Χαίρω καὶ συγχαίρω σοι Δωρόθεε τὸ ὡς ἀληθῶς δῶρον θεοῦ· ἐγένετό σοι τοὔνομα πρᾶγμα, ἡ κλῆσις πρᾶξις· ἐδάρης τέκνον μου σεβαστὸν ὑπὲρ Χριστοῦ· εὔγε ἀθλητὰ στεῤῥοκάρδιε, χρυσόσαρκε, σαπφίρου τιμιώτερε, πορφύρας ὡραιότερε· εἴθέ μοι ἀσπάσασθαι τὸν τῶν σαρκῶν σου ξεσμόν· τὰ ἱερὰ μέλη σου ἀπειργάσω μέλη Χριστοῦ, οὗ τῷ αἵματι τὸ αἷμα σου κρᾶμα· εὖγε σύμμορφε τοῦ Χριστοῦ, ὅτι οὐκ ἐδίστασας εἰσελθεῖν εἰς τὸ στάδιον, οὐδὲ προείλου τὴν παροῦσαν ζωὴν τῆς αἰωνίου καὶ ἀθανάτου· ἤδη γὰρ τῇ προθέσει ἐξεδήμησας πρὸς κύριον ὃν κατείληφεν ὁ σὸς σύναθλος καὶ μάρτυς Θαδδαῖος· τάχα γὰρ διὰ τοῦτο ἰάθης ἔτι ἐν σαρκὶ, ὡς ἂν πλειοτέρως δοξάσοις τὸν θεὸν ἐν τοῖς μέλεσί σου· οὐᾶ χαρὰ μεγάλη ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὅτι μάρτυρες Χριστοῦ ἐγενήθητε· οἴ, ποῖον καλὸν, ὅτι στύλοι καὶ ἕδραι, ὄμματα τῆς ἀληθείας ὥφθητε· ἡλίου λαμπρότερον ἐξελάμψατε· μαργάρων τιμαλφέστερον ἀπηυγάσατε· ὦ τῆς μεγαλοδωρεᾶς· ὦ τῆς αἰνέσεως· οὐ φέρω τὴν ἡδονήν· ἔκδημος γέγονα τῷ πνεύματι· κατέλαβόν σε τέκνον ἱερὸν, κατασπάζομαι, στεφανῶ, αἰνῶ· ἐρωτῶ, πῶς τὰ ἄθλα, πῶς ἤνεγκας τὰς ἀλγηδόνας; πῶς ἦν ἡ τιμία σου ψυχὴ ἐν τούτοις καὶ ἐπ᾽ αὐτῆς τῆς εἰσόδου; καί μοι δοκεῖ ἀνταποκρίνεσθαί σε τοιαῦτα· ὅπου θεοῦ φόβος, ἐκεῖ καταφρόνησις θανάτου, παρόρασις σαρκὸς, ἔκστασις τῆς πρὸς τὰ μέλη σχέσεως, νικώσης τὴν δριμύτητα τῶν ἀλγεινῶν τῆς πίστεως καὶ ἀγάπης καὶ ἐλπίδος Χριστοῦ· οὕτως ἔχει, ἐμὸν σπλάγχνον, Χριστοῦ ἀρνίον· ἀλλὰ δέομαί σου μή με καταισχύνῃς· μᾶλλον δὲ εἰ καὶ τολμηρὸν εἰπεῖν Χριστόν· ἀλλὰ τέλεσόν σου τὸν ἀγῶνα τοῖς προλαβοῦσιν ἐπισφραγίζων τὰ μέλλοντα· ἤδη ὡς σίδηρος πυρὶ ἐστομώθης ἀδελφὲ τῷ καυστῆρι τῶν μαστίγων· βούλεταί σε Χριστὸς ὡς σκεῦος ἐκλογῆς ἔτι τυχὸν χαλκευθῆναι· σὺν Παύλῳ χορεῦσαι· μὴ δειλιάσοις γενναῖε μου ἀθλητά· ὁ σώσας καὶ διαβιβάσας σε ἐν τοῖς φθάσασιν, ἤδη πλειόνως συνέσται σοι, καὶ ῥύσεταί σε ἐκ στόματος λέοντος καὶ νοητοῦ καὶ αἰσθητοῦ, στεφανῶν σε μετὰ μαρτύρων· ἄρτι ἀκουστόν σου τὸ ὄνομα· ἄρτι μάλα ἤρξατό σε ὑψοῦν θεὸς, ὑπὲρ ἀρχιερεῖς καὶ ἱερεῖς, ὑπὲρ στυλίτας καὶ καθηγητὰς, ὑπὲρ πατριάρχας καὶ βοτανικοὺς, ὀρθοδόξους δηλονότι· μὴ πέσῃς ὁ στύλος, μὴ λειποτακτήσῃς ὁ ὁμολογητὴς, ἄνω ἡ καρδία· Χριστός σοι ἀναπνοή· ταπείνωσις κραταιὰ, ἐν ᾗ ἐνίκησεν ὁ ταπεινώσας ἑαυτὸν μέχρι θανάτου τὸν ἄρχοντα τοῦ κόσμου τούτου, καὶ νικᾶν αὐτὸν καὶ ἡμῖν ἐν ἑαυτῷ ἐδωρήσατο δύναμιν· προσεύχου περὶ ἐμοῦ παρακαλῶ σε ὡς φιλοπάτορα, ἵνα συνεπομένως ὑμῖν ἐκβιώσω.

· Contents ·