Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 115: To James, His Son
ριε΄. Ἰακώβῳ τέκνῳ.
Εὖγε Ἰάκωβε τέκνον ἐμὸν σεβαστόν· ποῦ ποτὲ ἐγὼ ἤλπιζον ὅτι ἐν μάρτυσι Χριστοῦ σὺ, ὁ ἐσχατίζων ἐν τοῖς ἀδελφοῖς σου τῷ βαθμῷ; καί γε τὸ θαυμασιώτερον, ὅτι καὶ τῶν συνάθλων σου πρῶτος εἰσῆλθες εἰς τὸ ὑπὲρ Χριστοῦ στάδιον· ἐνόμισεν ὁ ἄνομος διώκτης διὰ σοῦ ὡς ἀφερεπόνου καὶ οὐθενὸς ἀξίου τὰ νικητήρια ἔχειν· ἀλλ᾽ ἥττηται ὁ δείλαιος ἐντυχὼν ἀνδρὶ ἐκδεδωκότι ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ τὴν ἑαυτοῦ ψυχὴν, καὶ ἰσχυρωτέρῳ τῶν ἑαυτοῦ πληγῶν εὑρεθέντι· ὦ τέκνον, τῆς εὐάνδρου σου ψυχῆς ἤνεγκας ὡς ἀδάμας τοσαύτας καὶ τηλικαύτας μάστιγας ἐν τῷ νώτῳ καὶ τῷ στέρνει, καὶ ἐν τοῖς βραχίοσιν ὡσαύτως· ὦ τῆς ἀπηνίας τῶν θηριογνώμων· καὶ ὦ τῆς εὐλογημένης σου σαρκός· πάντοθεν ἐστίχθης· ἤρθης ὡς νεκρὸς φόρτος γεγονώς· ἐνπεριειλημμένος ῥάκκει τοῖς ἀθέοις, εἶτα καὶ ἀπειληθεῖς πάλιν κόλασιν, οὐ κατηγωνίσθης, ἀλλ᾽ ἐπαρεσκευάσθης διαθέμενος τὰ ἐπιτάφια· δόξα θεῷ καὶ αἴνεσις· ὑπόθεσις καὶ ὑπαλειφὴ σὺ, καὶ τοῖς συνάθλοις σου ἀδελφοῖς, ὧν ὁ εἷς, ἐξεδήμησε πρὸς κύριον· οἱ δὲ, ἐπὶ τοῦ αὐτοῦ σοι ἀγῶνος· πόσος σοι ὁ μισθός· σύ μου οὐ τέκνον, ἀλλὰ πατὴρ, θεὸν θεραπεύσας· ἀλλὰ βλέπε ὅτι τὰ τέλη ἐπιζητεῖται, καὶ οὐκ ἀρκεῖ τὸ καλῶς ἐνάρξασθαι εἰ καὶ ἐφόδιόν ἐστι τοῦ καὶ καλῶς τελειῶσαι· ἀπόθανον τέκνον ὑπὲρ Χριστοῦ, μὴ ἀπολέσῃς τὸν θεοπάροχον καὶ μέγαν ἀγῶνά σου· ὅμμοι ἐπὶ τοῖς ὀλισθηκόσιν, ὅτι οὐκ ἦσαν ἐκ τοῦ πνεύματος ὑμῶν· ἢ γὰρ ἂν, μεμενήκασι σὺν ὑμῖν ἐν κυρίῳ· ἐγένοντο ἐπίχαρμα τῷ διαβόλῳ ὃν προσήκαντο ἀντὶ Χριστοῦ· ἐμοὶ τὲ τῷ ἁμαρτωλῷ πένθος, καὶ πάσῃ τῇ ἀδελφότητι ὄκλασις· ἀλλὰ δοίη κύριος αὐτοῖς μετάνοιαν εἰς ἀνάκλησιν· σοὶ δὲ πέρας ἄξιον τῆς ἀρχῆς· προσεύχου τέκνον μου ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ σὺν ὑμῖν εὑρεῖν τὸν Χριστόν.