Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 116: To Theodulus, His Son
ριϛ΄. Θεοδύλῳ τέκνῳ.
Ἴδε ποῦ περιῆλθες τόπον ἐκ τόπου μετερχόμενος τέκνον μου Θεόδουλε· καὶ ὁ μὲν διοδευμὸς οὐ θαυμαστὸς, θαυμαστὸν δὲ ἄγαν ὅτι ἐνήθλησας ἐν Θεσσαλονίκῃ ὑπὸ τοῦ ἀνιέρου τυφθεὶς ἐν μάστιξι διακοσίαις· ταῦτα ἀκούσας ἐδόξασα τὸν θεόν· ἠράσθην σου πλέον τῆς ψυχῆς· ἀλλ᾽ οὖν γε καὶ ἠγωνίασα ἀναλογιζόμενος τί τὸ κρίμα τοῦ θεοῦ τὸ οὕτως σε περιαχθῆναι ἐν τοῖς αὐτόθι· ἆρα ἀβουλία, ἢ θεία οἰκονομία, τὰ μὲν οὖν φθάσαντα, εὐδοκίᾳ θεοῦ, ὑπὲρ οὗ ἐτραυματίσθης, δοὺς τὸν νῶτον σου εἰς μάστιγας, καὶ φρουρούμενος ὡς θησαυρὸς ἀληθείας· καί γε μακάριος σὺ τέκνον μου μὴ ἐλεήσας καὶ φεισάμενος σάρκας, ἀλλὰ δοξάσας Χριστὸν ἐν τοῖς μέλεσί σου, ὁμολογίας τὲ ἄθλον ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ἀπενεγκάμενος, καὶ μὴ προδοὺς τὴν πίστιν· καί γε Θεσσαλονίκη ἐπὶ σοὶ φερώνυμος, θεῖσα σοι ἄλλῳ παρὰ τοὺς ὄντας αὐτόχθονας τὴν νίκην· βλέπε δὲ, ὦ σπλάγχνον μου, ὅτι μέχρι τέλους δεῖ ἡμᾶς μαρτυρῆσαι· μὴ οὖν ὀλιγοψυχήσῃς, μηδὲ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Χριστοῦ, ἀλλὰ συγκακοπάθησον ὡς καλὸς στρατιώτης θεοῦ· ὑπόμεινον αὐτόν· μετὰ σοῦ ἔστιν ἐν φυλακῇ· μετὰ σοῦ ἐν δαρμῷ εἰ τύχοι πάλιν, ἐξαιρούμενός σε παντὸς κακοῦ· μιμοῦ τοὺς ἀδελφούς σου, οἴτινες ἐμαστίχθησαν ὡσαύτως· Βησαρίων φημὶ, Δωρόθεος, Θαδδαῖος ὁ καὶ μετὰ δευτέραν ἡμέραν πρὸς κύριον ἐκδημήσας ὡς μάρτυς· εἶτα καὶ Ἰάκωβος ὁ ἀπὸ τοῦ ἁγίου μάρτυρος χριστοφόρου μαθητὴς τοῦ Λουκιανοῦ· ἀλλὰ τὸ ἐλεεινὸν ὅτι ὁ διδάσκαλος ἐξέπεσεν μὴ ἐνεγκὼν τὰς πληγὰς, ὁ δὲ μαθητὴς ἠθλοφόρησεν· πεπτώκασι δὲ κατὰ τὰς ἁμαρτίας μου καὶ ἄλλοι τέσσαρες τῶν ἐσχάτων, ἐν οἷς ὁ Τίτος μετὰ τοῦ Φίλωνος· ὁ γὰρ Εὐόδιος καὶ Ὑπάτιος οὔτε πεπτώκασιν οὔτε ἔστησαν, ἡμιθνεῖς πως γεγονότες, διὰ τὸ λόγῳ μὲν πεσεῖν, οὐ μὴν καὶ ἔργῳ, φυγόντες τὴν αἱπεσεῖν, οὐ μὴν καὶ ἔργῳ, φυγόντες τὴν αἰρετικὴν κοινωνίαν· βλέπε οὖν ἀδελφὲ καὶ πάλιν λέγω μὴ ἐνδῷς· μὴ ἀπολέσοις ἃ ἐθησαύρισας, μὴ ἀρνητὴς γίνῃ· ἀκουθήτω σου ὁ ἀγὼν πανταχοῦ· χαρίτωσαν ἐπὶ σοὶ ἄγγελοι· αἰσχυνθήτωσαν δαίμονες σὺν τοῖς ἐργάταις αὐτῶν εἰκονομάχοις· καί γε ἐνδοξασθήσομαι κἀγὼ μετὰ τῆς ἀδελφότητός σου ὁ ταπεινός· ἡ χάρις μετὰ σοῦ ἐνισχύουσά σε πάντα ὑπενεγκεῖν μέχρι θανάτου· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε· προσεύχου περὶ ἐμοῦ ὥσπερ καὶ ὑπὲρ πάντων τῶν ἀδελφῶν.