Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 117: To Gregoras, a Layman

ριζ΄. Γρηγορᾷ λαϊκῷ.

Ἄνθρωπε τοῦ θεοῦ σήμερον ὁ κύριός σε ἀνέστησεν εἰς βοήθειαν καὶ σωτηρίαν πολλῶν, μάλιστα ἡμῶν τῶν ταπεινῶν· καὶ γοῦν ἀκούω τὴν φροντίδα ἣν ἀνεδέξω ὡς ἀπὸ θεοῦ ἐν τοῖς διὰ κύριον ἀθλοῦσι καὶ ἐξίσταμαι· ἀλλ᾽ ὅμως ἐπ᾽ ἂν θεοπρόβλητός σου ἡ διακονία, οὐ ξένον· καὶ ὅτι ἐκ θεοῦ, δηλοῖ τὰ πράγματα· πῶς γὰρ ἂν διεσώθης μέχρι τοῦ δεῦρο μὴ κρατούμενος, εἰ μὴ ὑπὸ θείας προνοίας σκεπαζόμενος ἦς; εὐλογητὸς ὁ θεὸς ὁ ἐξεγείρας σε ἀλείπτην τῶν ἀγωνιζομένων ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ· ὁ φρουρῶν σε ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα· ὁ διδοὺς τὸ ἀνολίγορον, τὸ ἀπερικάκητον, τὸ ῥιψοκίνδυνον· ἐκλάμπει σου τὸ ἔργον· διαβοεῖταί σου τὸ δρᾶμα· καὶ πῶς γὰρ οὐ, θεοῦ διακονίαν ἀναδεδεγμένου; ἀθλεῖς, συναθλεῖς· καί γε τὸ παραδοξώτερον, ὅτι οὐ μόνον μάρτυς, ἀλλὰ πολυμάρτυς σύ· ἑνὶ γὰρ ἑκάστῳ, τῶν ἀθλούντων, διὰ τῆς ἐπισκέψεως, διὰ τῆς τῶν τραυμάτων ἀλοιφῆς, διὰ τῆς θρεπτικῆς ἐπιδόσεως, διὰ τῆς προτροπῆς καὶ προθυμοποιήσεως, συμμαρτυρῶν λογίζῃ παρὰ θεῷ· καὶ ἔχεις οὐχ ἕνα στέφανον ἀλλὰ τοσούτους, ὅσους καὶ ὑπηρετεῖς· ἐξέπεμψας τὸν ἅγιον Θαδδαῖον· ἔχεις τρεῖς μαρτυροῦντας καὶ ἕνα μὴ ζητηθέντα ἐκ τῆς φυλακῆς· μικρὸν ἀνάμεινον καὶ δέξῃ καὶ ἑτέρους· ἀλλὰ φεῦ τῆς ἁμαρτίας μου, φεῦ τῆς ἥττης τῶν πεπτωκότων, τοὺς περὶ Λουκιανὸν λέγω καὶ τοὺς ἡμιθνεῖς, τοὺς μὴ ἐν ἔργῳ ἀλλὰ λόγῳ ἐξάρνους· μηδ᾽ αὐτοὺς ἀποστραφῇς ἄνθρωπε τοῦ θεοῦ κλαίοντας καὶ μετανοοῦντας, κἂν ἀναξίους ἑαυτοὺς ἐποίησαν θεοῦ καὶ τῶν θείων· πόσα δακρύσουσι· πόσα κακοπαθήσουσιν ἵνα φθάσωσιν εἰς σωτηρίαν· ὁ θεός σε στερεώσει ἀδαμάντινε· αὐτός σε σκεπάσει καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ· εὔχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ.

· Contents ·