Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 118: To Anna, Patrician and Nun
ριη΄. Ἄννῃ πατρικίᾳ καὶ μοναζούσῃ.
Λύπης τὰ γράμματα τῆς ἁγιωσύνης σου καὶ οἱονεὶ ἠκανθωμένα ταῖς κατ᾽ ἐμοῦ τοῦ ταπεινοῦ μέμψεσι· καὶ οὐ θαυμαστὸν, φέρει γὰρ πάντως ἡ ὑπόμνησις τοιαῦτα· ἀλλ᾽ ἐὰν κατανυγῇ σου ἡ τιμία ψυχὴ ἀνέχεσθαι τοῦ φήσαντος, ἀξιοπιστότερα τραύματα φίλου ὑπὲρ ἑκούσια φιλήματα ἐχθροῦ, ἐπαινέσειεν μᾶλλον τὸν οὐ μόνον φίλον ἐν κυρίῳ ἐμὲ, ἀλλὰ καὶ ἱκετευτὴν, καὶ φειδόμενον αὐτῆς ὡς τῆς ἑαυτοῦ ψυχῆς· οὐ τοίνυν ἀποστραφήσομαι τῆς κατὰ θεὸν ἀγάπης σου, οὐδ᾽ ἂν πλείους ἀγανακτήσεις ὑποδέξομαι· οὐ γάρ εἰμι οὕτως ἀδίδακτος, ὡς ἐν ταῖς εὐεργεσίαις προστίθεσθαι· ἐν δὲ ταῖς ἀποστροφαῖς ἀφίστασθαι, ἀνθρώπινα γὰρ ταῦτα· ἀλλὰ τότε μᾶλλον περισσεύω τὴν διάθεσιν, ὁπόταν ἀποτρόπαιος γίνωμαι· ἐγὼ δὲ οὐδέ τι φορτικὸν ὡς οἶμαι ἐφθεγξάμην, ἢ μικρὸν ὑπόμνημα δόξης σου φροντίζων καὶ ἀμεμψίας· οἱ γὰρ εἰς πρόσωπον εὐλογοῦντες οὐκ ἀποδεκτέοι, ὡς κρύβδην τἀναντία λέγοντες· δέχου μοι κυρία μου παρακαλῶ σε εἰ κελεύεις ποτὲ καὶ τραχύτερον λόγον· ἔνθεν γὰρ γνώσομαι κἀγὼ ὅτι με ἔχεις ἐν μέτρῳ· οὔτε γὰρ υἱὸς πρὸς μητέρα, οὔτε ἀνὴρ πρὸς σύνευνον, οὔτε φίλος πρὸς φίλον ἀεὶ χρηστολόγος· ἀλλ᾽ ἔστιν ὅτε καὶ καθάπτῃς, μή πως διὰ τὰς φλόγας ἐκκλησίας, καὶ σύντομον δέξῃ μου τὴν ἐκ τῶν ἐνθένδε ἀποβίωσιν· ἡ χάρις μετὰ σοῦ, ἡ εὐλογία καὶ σωτηρία.