Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 119: To a Spatharia
ριθ΄. Σπαθαρίᾳ.
Ὁ οἶκος σου οἶκος εὐσεβείας, οἶκος φιλοξενίας, οἶκος καταφυγῆς τῶν ὑποχωρούντων τῶν πειρασμῶν· διὰ τοῦτο εὐλογημένη καὶ δεδοξασμένη σὺ ὑπὸ κυρίου· ἀποστολικῶς σου τὰ κατορθώματα πεφανέρωται· εἰ ἐτεκνοτρόφησεν· εἰ ἐξενοδόχῃσεν· εἰ ἁγίων πόδας ἔνιψεν· εἰ θλιβομένοις ἐπήρκεσεν· εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν, τὴν ὄντως χήραν ὑποτυπῶν καὶ ὑποδεικνύς· τοιαύτην σε ὁ κύριος κυρίαν ἀνέδειξε διαβοουμένην ἐν πολλοῖς· ἀλλὰ καὶ ἀναδείξειεν φυλάττων καὶ περιέπων σε εἰς κλέος τῆς χηριακῆς ἐκκλησίας τὲ καὶ χορείας ἐνταῦθα· ἐν δὲ τῷ μέλλοντι αἰῶνι εἰσαγάγοι σε εἰς νυμφῶνα ἀθανασίας σὺν παρθένοις ἁγίαις.