Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 120: To Athanasius, His Son

ρκ΄. Ἀθανασίῳ τέκνῳ.

Ἡδέως ἐδεξάμην σου καὶ νῦν τὴν ἐπιστολὴν τέκνον μου ἠγαπημένον· ἐπεὶ δὲ καὶ ἀνέγνων, περισσοτέρως ἡδύνθην εὑρών σε τοιοῦτον ὄντα οἷον καὶ ἐγνώριζον ἐξ ἀρχῆς· οἰκειότερον δὲ εἰπεῖν, οἷον ἔτεκον ἐν πνεύματι ἁγίῳ· καί γε τοῦτο θαυμαστὸν, τὸ ἐν ἀπουσίᾳ χρονίᾳ ἀναλλοίωτον τοῦ πόθου εἶναι τὸν στέργοντα τοῦ φιλουμένου, καὶ διψαλαίως ἔχειν τὸν μαθητὴν τὸ τοῦ διδασκάλου βλέπειν πρόσωπον· οὕτω συνημμένον ὄντα τῷ διδασκάλῳ τὴν στοργὴν φυλάττειν ἄσβεστον· ἀλλὰ τῆς ἀνοθεύτου ὑποταγῆς τὸ αἴτιον, καὶ τὸ ἄκοντα καὶ μὴ βουλόμενον διαζευχθῆναί μου τοῦ ἀναξίου δι᾽ οἰκονομίαν κρείττονα, ἦν δέδειχεν ὁ καιρὸς ὅ τε νῦν καὶ ὁ προλαβὼν, εὔ γε καὶ πάνυ καλὰς ἔχουσαν· στέργε οὖν τέκνον συγκοπιῶν καὶ συναθλῶν τῷ ἀδελφῷ ἡμῶν καὶ ἀρχιερεῖ· οὐ μικρὸς γάρ σοι ὁ ἔπαινος καὶ ὁ μισθός· οὐ μὴν ἀλλὰ καὶ γύμναζε πρὸς τὴν ἐνισταμένην ὑπὲρ Χριστοῦ ἀγωνίαν· ὁρᾶς γὰρ οἷα τὰ πραττόμενα· μαρτυρίου καιρὸς καθὼς ἤκουσταί σοι πρὸς τοῖς προλαβοῦσι καὶ τὰ τῶν ἀδελφῶν σου· μὴ δὴ οὖν ἀδελφέ μου ἀγαπητὲ καὶ ἐπιπόθητε ἀμερίμνως ἔχε ὡς πορρωτέρω ὢν τῶν κολαζόντων, ἀλλὰ παρασκευὴν ποιοῦ θεῖαν, ἑτοίμη ἡ καρδία μου ὁ θεὸς ἐπιλέγων, πρὸς ὅ τι καὶ καταξιώσειας ἐλθεῖν με· μάρτυς Χριστοῦ ὁ ἀδελφὸς Θαδδαῖος τελειωθεὶς ἐν αἵματι ἀθλητικῷ· ἐπεὶ καὶ εἴ τις ἄλλος ἐκ τοῦ πληρώματος ἡμῶν ἢ ἔξωθεν ἔτι ἐναθλῶν, ἐξορίαις, φυλακαῖς, τυφθεὶς, οὐ μὴν ὡς Θαδδαῖος ὁ στεφανίτης· καὶ γοῦν δοξάσωμεν τὸν θεὸν οἷον προεπέμψαμεν ἐκ τοῦ χοροῦ ἡμῶν ἐν οὐρανοῖς· στενακτέον ἐπὶ τοῖς ὀλισθηκόσι· καὶ εὐκτέον καὶ φυλακτέον τὸ περὶ ἡμᾶς· μή πως ἄλλοις κηρύξας φησὶν ὁ Παῦλος, αὐτὸς ἀδόκιμος γίνομαι· διὸ ἀδελφὲ θερμότερον ποιοῦ μοι τὴν προσευχὴν, ἵνα στερεότητι ψυχῆς, τούς τε ἔνδοθεν καὶ ἔξωθεν ἐχθροὺς πολεμήσαιμι· περὶ γὰρ σοῦ ὅτι ἐγὼ αἰτῶ, μάρτυς κύριος ὡς ἑπτάκις τῆς ἡμέρας λαμβάνω ἐν τῇ ταπεινῇ μου εὐχῇ εἰς τὸ σώζεσθαί σε καὶ εὐδοξῆσαι μεγάλως ἐν κυρίῳ· εἰρήνη σοι, σοφία, ἰσχὺς, φιλητέ μου· οἱ σὺν ἐμοί σε ἀσπάζονται.

· Contents ·