Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 13: To Gregoras, a Layman

ιγ΄. Γρηγορᾷ λαϊκῷ.

Πολλή σου καὶ θερμὴ διακονία καὶ προσεδρία τῶν ἐν ταῖς φυλακαῖς ἀδελφῶν, πεποίηκέν σε ὦ ἄνθρωπε τοῦ θεοῦ, ἄποικον, φυγάδα, ἀλήτην· ἀλλὰ θάρσει· ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσῃ· ἡ ἄνω Ἰερουσαλήμ σοι εἰς κατοικητήριον· τῷ ὄντι ἐνήθλησας, ἐταλαιπώρησας, ἐδαπανήθης, ἐκονδυλίσθης, καὶ μέν τοι καὶ κατεκρατήθης κἂν οὐ τέλεον· ὁ μισθός σοι μέγας ἐφ᾽ ἴσον τῶν φρουρουμένων· ἐπεὶ καὶ μείζων· ἀδελφὸς ἡμῶν εἶ, σύμψυχος, συγκοινωνὸς, εἴ γε καὶ ἔχοιμεν τί ἀγαθὸν, κἀν τοῖς σωματικοῖς ὡσαύτως· ὁ θεός σε σώσειεν, προσεύχου περὶ ἡμῶν· καὶ ἀπὸ τοῦ νῦν δὲ καὶ πόῤῥωθεν ὡς ἂν δύνῃ τοῖς ὑπὲρ θεοῦ φρουρουμένοις βοήθει, εἴ τινες ἂν εἶεν ἄνδρες καὶ γυναῖκες· πάντες γὰρ ἐν Χριστῷ ἀδελφοί.

· Contents ·