Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 121: To Joseph, His Brother and Archbishop

ρκα΄. Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ.

Παραμύθιον τῇ ταπεινῇ μου ψυχῇ τὸ τῆς ἁγιωσύνης σου γραμματεῖον, ὁσάκις ἂν καὶ ἐπιφοιτήσει· καί γε μάλιστα ἄρτι ὁπηνίκα ἐκπέπληγμαι ὁ ταπεινὸς ἐκ τῶν ἐν τοῖς ἀδελφοῖς ἡμῶν συμβεβηκότων· ἐθανατώθη ὁ Θαδδαῖος ταῖς μάστιξιν ὑπὲρ Χριστοῦ καὶ ἤρθη μετὰ μαρτύρων· ἐπεί καὶ Δωρόθεος σὺν Βησαρίωνι καὶ Ἰακώβῳ κἂν ἔτι ἐπιμένωσιν ἐν σαρκί· ἥττηται Λουκιανὸς ὁ ταπεινὸς περὶ τὰ μέσα που τῶν πληγῶν ὀκλάσας καὶ προδοὺς τὴν ἀλήθειαν· ἐπεὶ καὶ ἕτεροι τέσσαρες; οἱ μὲν ὀλίγα δαρέντες, οἱ δὲ αὐτὴν τὴν ἀπειλὴν καταπλαγέντες· ὦ τῶν συμβάσεων· ἐκ μὲν τῶν πρώτων χαρὰ ἀνεκλάλητος· ἐκ δὲ τῶν δευτέρων λύπη δυσφόρητος· τί τάλλα; ἠφάνισται θυσιαστήρια, καὶ ἀφανίζεται πᾶς ἱερὸς οἶκος, πᾶς θίασος αἱρετίζει, πᾶς τόπος ἐμπέπρησται, πᾶσα ἀποκέκλεισται θύρα εὐσεβείας· νὺξ βαθεία· ὑπὲρ κεφαλῆς τὰ κακά· ὁρᾶς, ἀδελφὲ, εἰς ποίας ἡμέρας τετηρήμεθα, ἑλληνισμοῦ ἢ οὐδὲν ἢ μικρόν τι διενηνοχυίας· ἀλλ᾽ ὅμως καὶ οὕτω χάρις τῷ προελομένῳ ἡμᾶς ἀγαθῷ θεῷ ἡμῶν εἰς μαρτύριον τοῦ εὐαγγελίου αὐτοῦ· καὶ τίνες ἐσμὲν οἱ ἀχρεῖοι, ὅσον τὸ κατ᾽ ἐμέ; καὶ πόθεν ἡμῖν τοῦτο ἵνα μάρτυρες τῆς ἁγίας αὐτοῦ εἰκόνος εἴημεν; ἀλλὰ γένοιτο μέχρι τέλους τὸν τῆς ὁμολογίας δρόμον διανύσαι εὐχαῖς τῶν προεκδημησάντων· χαίρω ἀκούων ὅτι ἔῤῥωται σου τὸ τίμιον σῶμα ὥσπερ καὶ ἡ ψυχή· ἔχω δὲ κἀγὼ ὡσαύτως, κἂν ἐπὶ τοῦ συναμφοτέρου διὰ τὰς ἔκ τοτε ἁμαρτίας· οὐδὲν ἐπαίνου ἐν ἐμοὶ κἂν σεμνολογῶμαι ὑπὸ τῆς δοκιμότητός σου ὡς οἶσθα· εὔχομαι δὲ ὁ ἐλάχιστος ἕως τέλους ἐκλάμπειν σε ἐν ἀρχιερεῦσι Χριστοῦ· λαμπρότητας κατορθωμάτων ἐπὶ ταῖς προλαβοῦσι λαμπρότησι φρυκτοροῦντα· οἱ σὺν ἐμοὶ μετ᾽ αἰδοῦς ἀσπάζονται τοὺς ὑπὸ τὴν ἱεράν σου χεῖρα ἀδελφούς μου· κατ᾽ ἐξοχὴν Ἀθανάσιον τὸν σύμπονον καὶ σύναθλον πλεῖστα προσαγορεύω.

· Contents ·