Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 122: To Eucharistus, His Son

ρκβ΄. Εὐχαρίστῳ τέκνῳ.

Ἐπειδὴ ἐπεζήτησας, τέκνον μου ἠγαπημένον, γράμμα μου ἔχειν, ἰδού σοι τὸ ἐπιθύμιον· ἀλλὰ τί ὀνήσῃ ἐξ αὐτοῦ οἰκτροῦ ὄντος καὶ οὐδενὸς ἀξίου; πλὴν πίστεώς σου καὶ ἀγάπης εἰλικρινοῦς ἔργον, δι᾽ ὦν ὁ ἀληθινὸς ὑπήκοος γνωρίζεται καὶ ἡ πρὸς τὰ κρείττονα πορεία ἐμφανίζεται· φυλαχθείης μοι τοίνυν ἐν ἀμφοτέροις βελτιούμενος καὶ εἰς κλέος ἀρετῶν προαγόμενος ὁ ὡς ἀληθῶς εὐχάριστος καὶ χαρᾶς ἐπώνυμος· καὶ ἴδοιμί σε ὁσίοις συναρίθμιον καὶ δικαίοις συνεκλάμποντα· προσεύχου περὶ ἐμοῦ γλυκύτατον τέκνον.

· Contents ·