Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 123: To Abbot John
ρκγ΄. Ἰωάννῃ ἡγουμένῳ.
Καὶ πάλιν ἐπιστέλλω τῇ ἁγιωσύνῃ σου, καὶ ἐπιστέλλων οὐ παύσοιμι μόνον εἰ γραμματηφόρου ἐπιτεύξοιμι· ὁμοῦ μὲν τὸ τῆς ἀγάπης καθῆκον ἀποπληρῶν, ὃ παρὰ τοὺς πολλοὺς ἔστι μοι ἀναπτόμενον, μὴ ταῖς πρότερον συμβάσεσι μειούμενον, ἀλλὰ ταῖς μετέπειτα ἐκλάμψεσι φρυκτορούμενον· ὁμοῦ δὲ καὶ ἀποδεχόμενος ἐν μακαρισμῷ τὴν παροῦσαν σου εὐανδρίαν, μᾶλλον δὲ ὁμολογίαν Χριστοῦ· καὶ ὡς οὐκ ἡγήσω τὶ τῶν παρόντων προτιμότερον τῆς θείας ἀγάπης, δι᾽ ἣν ἐν ἐξορίᾳ τληπαθῶν διανύεις μαρτυρικὸν ἀγῶνα· οὐδ᾽ οὐ μὴν παρετράπης τῆς ἐνστατικῆς προθέσεως τῇ τῶν φρεναπατηθέντων ψευδαδέλφων ὑποσκελίσει· προηγουμένως κρατούμενος τῇ τούτων ἀγαπητικῇ σχέσει· ἀλλ᾽ οἷον πάντων ἀποῤῥαγεὶς καθάπερ κάλων, μόνης ἐγένου τῆς ἐφέσεως τῶν ἄνω· διά τοι ταῦτα καὶ μακαρίζω σε ὦ πάτερ, καὶ ἀγαπῶ λίαν, καὶ αἰτῶ πάνυ προσεύχεσθαι ὡς ἐπὶ τῶν ἐγκαρδίων σου φίλων καὶ περὶ ἐμοῦ τοῦ ἐλαχίστου· ὅπως ἐν παντὶ τρόπῳ πάντοτε εὐαρεστήσαιμι κυρίῳ, ὅτι ἕως τοῦ δεῦρο οὐκ οἶδα ἀγαθόν τι πεποιηκὼς ἐνώπιον αὐτοῦ· τὰ δὲ τῆς ἐκκλησίας ὅπως ἔγει γαλεπῶς ἀκουτίζεταί σοι πάντως· καὶ οἷα τιμωρητήρια γέγονεν ἐπὶ τῶν ἀδελφῶν τῆς καθ᾽ ἡμᾶς ἀδελφότητος, ὧν εἷς ἴσα μαρτύρων ἐξεδήμησε πρὸς κύριον· ἵνα δὲ γινώσκης, ὅτι καὶ ὁ Φλουβουτὴς ὥσπερ ὁ Μηδικιότης ἀνέσφηλεν· καὶ ὁ μὲν κρατεῖται· ὁ δὲ ἀπηνηχώρησε τῆς μονῆς κλαίων τὴν ἧτταν· δοίη κύριος τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων· πλὴν ὅτι ὁ Ἰωσὴφ παρρησίαν εἴληφεν εἰς τὸν κρατοῦντα, καὶ διωγμῶν αἴτιος γίνεται ὡς πάλαι· προσειπεῖν ἀξίωσον τοὺς ὑπὸ τὴν ἱεράν σου πλευρὰν τελοῦντας· σὲ οἱ σὺν ἐμοὶ πλεῖστα προσφθέγγονται.