Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 124: To Timothy, His Son
ρκδ΄. Τιμοθέῳ τέκνῳ.
Ὡς καλὴ ἡ ἐπιστολή σου τέκνον ἠγαπημένον, πίστει τε καὶ ἀγάπῃ τῇ πρὸς τὴν ταπείνωσιν ἡμῶν κατηγλαϊσμένη· καί γε δοξάζω τὸν κύριον ἐπὶ τῇ ἀμεταθέτῳ σου διαθέσει· οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῇ εὐλαβείᾳ καὶ εὐδοκιμότητί σου, ὅτι καὶ δίχα τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ὤν, διαβιοῖς μετὰ τῶν ἀδελφῶν σου ἀσφαλῶς, κιχρῶν ἑαυτὸν ἐν τοῖς ἀναγκαίοις ἅπασιν· εἰς τί δὲ οἱ ἔπαινοι οὓς μοι ἀναφέρεις, οὐκ οἶσθα ὅτι ἔρημός εἰμι παντὸς ἀγαθοῦ; ὅλως καὶ τοῦτο τοῦ φιλικοῦ σου τρόπου αἴτιον· μᾶλλον οὖν ἀδελφὲ προσεύχου, ἀφέμενος τοὺς λόγους, καὶ μάλιστα ἄρτι ὁπότε πῦρ ἀσεβείας κατεμπιπρὼν τὴν ἐκκλησίαν· ἡνίκα μαρτυρικοὶ ἀγῶνες, τοὺς μὲν ἐρρωμένους καὶ εὐσεβοῦντας ἀθλητὰς Χριστοῦ ἀπεργαζομένοι ὥσπερ Θαδδαῖον τὸν ἅγιον ἀδελφὸν ἡμῶν, εἴ τινας ἄλλους· τοὺς δὲ φυξήλιδας, λειποταξίου αἰσχύνην προξενοῦντας, ὥσπερ Λουκιανὸν τὸν ἐλεεινὸν ἀδελφὸν ἡμῶν, εἴ τινας ὁμοτρόπους· παρακαλῶ σε οὖν τέκνον μου ἠγαπημένον ἐμπαράσκευον εἶναι, καὶ μὴ δοκεῖν σε ἀπείραστον διαμένειν ὡς μακρὰν ποῦ διϊστάμενον· ἥξει ὡς οὐ δοκοῦμεν ἡ ἁρπαγὴ, ἐπειδὴ καὶ θεὸς ἕκαστον δοκιμάζοι ὡς ἐν πυρί· καὶ ὁ κρατῶν πλέον τῶν ἄλλων βρέμει ἐφ᾽ ἡμῖν, διά τε τὰ προλαβόντα καὶ τὴν περισσοτέραν ἔνστασιν· τίς γὰρ ἄλλος ἐν ὑποτακτίταις ἄρτι ἐναθλῶν, πλὴν τῶν ἡμετέρων; ἢ τίς ὁ ἐν αἵματι τελειωθεὶς πλὴν Θαδδαίου τοῦ μάρτυρος; στερεοῦ οὖν παρακαλῶ οὐ μόνον σεαυτὸν, ἀλλὰ γὰρ καὶ τοὺς σὺν σοὶ ἀδελφοὺς καὶ τέκνα μου· ἵνα κἂν μὴ ἔλθῃ τὰ τοιαῦτα, μάρτυρες τῇ προαιρέσει εἴημεν· ὁ κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ᾽ ὑμῶν· ἀμήν.