Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 125: To Basianus, His Son

ρκε΄. Βασιανῷ τέκνῳ.

Ἔμαθον οἷα συνέβη ἐπὶ τῶν ἀδελφῶν ὦ τέκνον, καὶ ὡς αὐτὸς ἐναπέμεινας μὴ ἐπιζητηθεὶς, ὅπερ οὐκ εἰς ἧτταν σου, ἀλλ᾽ εἰς οἰκονομίαν παρὰ θεοῦ γεγενημένον· πλὴν ἐμπαράσκευος ἔσο· οὐκ οἶδας γὰρ ποίᾳ ὥρᾳ κελεύει σε ὁ θεὸς παραστῆναι τοῖς κολασταῖς· μὴ οὖν δειλιάσῃς τῇ περὶ τὸν Λουκιανὸν πτώσει καὶ τῇ τῶν ἄλλων δειλοκοπίᾳ· ἀμφότεροι γὰρ κατὰ τὰς ἁμαρτίας μου ἐλεεινοὶ, ἀπαρασκεύαστοι, εὐάλωτοι τῷ διαβόλῳ, φειδοῖ τῆς σαρκὸς ἀπολέσαντες τὰ αἰώνια· οὓς ἐγείρει Χριστὸς ἐκ νεκρῶν διὰ τῆς ἀξιολόγου μετανοίας· σὺ οὖν ὡς καλὸς στρατιώτης Χριστοῦ συγκακοπάθησον τοῖς συνάθλοις σου, μεθ᾽ ὧν καὶ ἠσφαλίσθης, μεθ᾽ ὧν καὶ κατελογίσθης· τίνων τούτων; Θαδδαίου τοῦ ἁγίου μάρτυρος, Δωροθέου καὶ Βησαρίωνος καὶ Ἰακώβου; τοῦ νεολέκτου στρατοῦ τοῦ Χριστοῦ· ἐξῆλθεν, ὃ καὶ ἐλεεινὸν εἰπεῖν, καὶ ἀληθὲς λέξαι Ἰούδας, ἀντεισῆλθεν Ματθίας· μὴ οὖν φοβηθῇς τὰς βασάνους τῶν ἀνόμων, ὅτι θεὸς ὁ συγκουφίζων τοὺς πόνους, ὁ συντυπτόμενος· βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν ὡς γέγραπται τοῖς ἀδελφοῖς σου· μὴ οὐκ ἰσόσαρκοί σου καὶ ὁμοιοπαθεῖς; ἀλλ᾽ ὅτι φησὶν ἐγὼ οὐ καθαρὸς ὡς ἐκεῖνοι· ἀλλὰ διὰ τοῦτο μᾶλλον ἰστέον, ἵνα διὰ τοῦ οἰκείου αἵματος καθαρισθῶμεν ὡς χιὼν, λευκανθησόμενοι καὶ σύμμορφοι Χριστῷ γενησόμενοι· ἔστω ὁ θεὸς βοηθός σοι ὦ καλὸν τέκνον μου· μνημόνευέ μου τοῦ ταπεινοῦ ἐν τοῖς πόνοις σου.

· Contents ·