Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 126: To the Two Sisters Irene and Kale

ρκϛ΄. Δυσὶν ἀδελφαῖς Εἰρήνῃ καὶ Καλῇ.

Πονῶν εἰμὶ περὶ τῆς τιμιότητος ὑμῶν ἅτε ὡς ἰδιαζουσῶν, ἀλλὰ μὴν καὶ ὡς εὐσεβουσῶν ἐν τῇ τῆς παρθενίας φυλακῇ καὶ τῇ τῆς ὀρθοδοξίας κατοχῇ, καὶ τρίτον ὡς εὐεργετουσῶν ἡμᾶς πάντοτε· διὰ τοῦτο μηδὲν ἔχων ἀνταπόδομα, τὸν λόγον προσφέρω· ἡλίκον ὑμῶν τὸ ἔργον, ὅτι οὔτε πλοῦτος, οὔτε νεότης, οὔτε εὐγένεια, οὔτε δόξα, οὔτε φιλία κόσμου, οὔτε συγγενικὸν αῖμα, οὔτε αἱρετισμὸς ἀνθρώπων, οὔτε τι ἄλλο τῶν ὑπὸ τῶν οὐρανῶν τερπνῶν τε καὶ ὡραίων καταπείθει ὑμᾶς ἐμπαρεῖναι τοῖς τοῦ βίου τέλμασιν· ἀλλ᾽ ἐκείνην προαιρεῖσθαι τὴν ζωὴν, τὴν ἐν ἀγαμίᾳ καὶ ἀκτησίᾳ καὶ ἀπαρνήσει πάντων· τοῦτο γὰρ τὸ θέλειν ὑμᾶς μονάσαι· εὐλογητὸς ὁ θεὸς ὁ νυμφευσάμενος ὑμᾶς διὰ τῆς παρθενίας, καὶ τὸν οὐράνιον ὑμῖν εὐτρεπίζων νυμφῶνα· πλὴν ὅτι καὶ ἔξω τοῦ μοναδικοῦ βίου οὖσαι, τὰ τῶν ἀληθινῶν μοναζουσῶν ἐργάζεσθε, ψάλλουσαι, ὀρθρίζουσαι ταῖς τεταγμέναις ὥραις, νηστεύουσαι, προσευχόμεναι, ὀρφανοτροφοῦσαι, ἐλεημονοῦσαι, εὐτελοφοροῦσαι· εἴ τι ἄλλο ἐργαζόμεναι τῷ τὰ κρυπτὰ βλέποντι, ἅτινά ἐστιν μονήρους βίου ἔργα· πλὴν δοίη ὑμῖν κύριος κατὰ τὴν καρδίαν ὑμῶν καὶ πᾶσαν τὴν βουλὴν ὑμῶν πληρώσειεν, τῆς ἀγαθῆς ῥίζης τὰ βλαστήματα, τοῦ καλοῦ ἀδελφοῦ αἱ ὁμαίμονες, τῆς οὐρανίου παστάδος αἱ νύμφαι· προσεύχεσθε καὶ περὶ ἐμοῦ παρακαλῶ.

· Contents ·