Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 127: To Abbot Antony

ρκζ΄. Ἀντωνίῳ ἡγουμένῳ.

Καὶ πάλιν ἐπιστέλλω τῇ θεοσεβείᾳ σου συμπροθυμούμενος καὶ συγχαιρόμενος αὐτῇ ἐπὶ τοῖς ὑπὲρ Χριστοῦ πόνοις τὲ καὶ κόποις, διωγμοῖς τε καὶ ἀφορισμοῖς· ἤνεγκεν ὁ καιρὸς στεφανίτας γενέσθαι, ἀθλητὰς, ὁμολογητὰς, καὶ μέν τοι διώκτας, χριστομάχους· οἱ γὰρ τῇ εἰκόνι Χριστοῦ μαχόμενοι, τί ἄλλο εἶεν, ἢ διῶκται ἀληθείας καὶ Χριστοῦ ἀντάρται; ἡ γὰρ τῆς εἰκόνος τιμὴ καὶ ἀτιμία ἐπὶ τὸ πρωτότυπον διαβαίνει· ἐνέγκωμεν δὴ οὖν, πάτερ τίμιε, τὴν παρὰ τῶν ἐχθρῶν κάκωσιν, ἧς τὸ ἀνταπόδομα ζωὴ αἰώνιος, καὶ ἡ μετὰ μαρτύρων ἀγαλλίασις· ἐπαινετὸς εἶ ἄνθρωπε τοῦ θεοῦ ὅτι ἐκ πάντων μικροῦ δεῖν τῶν ἐν ἄστει καὶ πρὸ τοῦ ἄστεως ἡγουμένων, σὺ μόνος ἐξῆλθες προκινδυνεύων τῆς εὐσεβείας, φῶς τῶν ἐν σκότει γινόμενος, ἔλεγχος τῶν ἀσεβούντων ὁμοταγῶν· τί τὸ κέρδος μικραῖς ἡμέραις ἀντέχεσθαι μοναστηρίου, δόξης, εὐπαθείας τῆς προσκαίρου, καὶ μετὰ αἱρετικῶν ἀπενεχθῆναι εἰς αἰσχύνην αἰωνίαν; ὅσον δὲ ἀγαθὸν καὶ μακάριον βραχύ τι κοπιάσαι καὶ πάντων ἀποστῆναι τῶν οἰκείων, ἢ τάχα καὶ τὸ σῶμα προίεσθαι, καὶ εὑρεῖν θεὸν εὐμενῆ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν· οὕτως ὡς ἐλάχιστος προήχθην διαλεχθῆναι· αἰτούμενός σε ὁσιώτατε πάτερ μνήμην μου ποιεῖσθαι τοῦ ἁμαρτωλοῦ, ῥυσθῆναι ἐκ τῶν παθῶν τῆς ἀτιμίας, καὶ ἕτοιμον εἶναι εἰς ὅ τι καὶ κελεύοι θεὸς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἔτι ὑποστῆναι.

· Contents ·