Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 128: To Arcadius the Monk
ρκη΄. Ἀρκαδίῳ μοναχῷ.
Ἤκουσταί μοι πῶς ἄριστα διέθου τὰ κατὰ σὲ, ἀδελφὲ ἠγαπημένε, καὶ ἐδόξασα τὸν θεόν· τί τοῦτο; ὅτι οὐ συναπήχθης τοῖς προδεδωκόσι τὴν ἀλήθειαν διὰ τῆς τῶν αἱρετικῶν κοινωνίας, κἂν εἰς καθηγητῶν εἶεν τάξιν· ἀλλ᾽ ἑαυτὸν ἀποῤῥήξας τῆς θεοχωρίστου συναφείας, ἐναπεκρύβης ἐν ὄρεσι καὶ σπηλαίοις διαιτώμενος σὺν ὑπηρέταις· μᾶλλον ἑλόμενος κακουχεῖσθαι καὶ ταλαιπωρεῖσθαι, ἢ διὰ πρόσκαιρον ἡδονὴν προέσθαι τὴν αἰώνιον ζωήν· ἔχων καθηγητὴν καὶ διδάσκαλον Χριστὸν τὸν θεὸν ἡμῶν ὑπὲρ οὗ καὶ τὸ πάσχειν· χάρις οὖν τῷ δόντι σοι τελειόφρονα γενέσθαι· σοῦ ὄντως οὐκ ἄξιος ὁ κόσμος ὑπερκοσμίως βιοῦντος κατὰ τὸν θεῖον ἀπόστολον· σοῦ ὄντως ὁ μακαρισμὸς Χριστοῦ δεδιωγμένου ἕνεκεν δικαιοσύνης· καί γε ἔπρεπεν τὸν δι᾽ ἀγάπην θεοῦ καταλειπόντα τὰ μέγιστα τῶν ἐπιγείων ἀξιωμάτων καὶ τὰς βασιλείους διατριβὰς, προσθείην δ᾽ ἂν καὶ τὰ σωματικὰ κάλλη τὲ καὶ περιουσιάσματα, μὴ ἁλῶναι ἀγεννῶς καὶ ἀπανθρώπως, ἀλλὰ τὰ θεῖα προκρίναι, καὶ τὰ ἐρημικὰ καὶ ὀρικὰ ἐδάφη καταλαβεῖν· ἐν οἷς ἔστι σοι ἀγγελικῶς ἀναστρέφεσθαι, θεὸν ἀναπνέοντι, οὐρανὸν ὁρῶντι, ἀγγέλοις συμπεριπολοῦντι· ὑπόμεινον ἀδελφὲ τὸν καλέσαντά σε κύριον, καὶ ὑψώσει σε ἐν δόξῃ μεγίστῃ, εἴς τε ὑπόδειγμα ἀρετῆς τοῖς ἐν τῷ βίῳ καὶ εἰς κληρονομίαν τῶν ἐν ἐλπίσιν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν· μέμνησο δὲ καὶ ἡμῶν τῶν ἀναξίων καὶ φιλούντων σε ἑκάστοτε, ὅπως εὐαρέστως Χριστῷ ἀποβιώσοιμεν ἐν τῷ παρόντι ἀγῶνι· τοὺς σὺν σοὶ πλεῖστα προσαγορεύω.