Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 129: To a Count
ρκθ΄. Κώμητι.
Ἀκούων ἀκούω ἄνθρωπε τοῦ θεοῦ τὰς ἀριστείας σου καὶ θεοσεβείας, ἃς περὶ τοὺς ἐν τοῖς αὐτόθι ὄντας ἢ καὶ διερχομένους ἀδελφοὺς ἡμῶν ἐργάζῃ· καὶ δοξάζω τὸν θεὸν, ὅτι ὡς ἂν πατὴρ, ἢ καθηγεμὼν, ἤ τις ἄγγελος ἐκ θεοῦ ἀποσταλεὶς πρακτικεύεσαι τὰ πρὸς αὐτούς· ὃν μὲν παραινῶν, ὃν δὲ συμβιβάζων, καὶ ἄλλον μὲν τρέφων, ἄλλον δὲ παραπέμπων, ἕτερον δὲ συμμίγων μονοβιοῦντα· καὶ ἄλλον μὲν ἐνδύων, ἕτερον δὲ ἐφοδιάζων· καὶ τί δεῖ πολλὰ λέγειν; αὐτὸν ἐμὲ δοκῶ εἶναι ἐν σοὶ, ἢ τινὰ τῶν εἰς δεξιόν μου ὀφθαλμὸν τελούντων· πόθεν σοι, ὦ δέσποτα πανσεβέστατε, ἡ φροντὶς αὕτη; πόθεν ἡ φιλία; πόθεν ἡ παράκλησις; ἀλλ᾽ ἢ ἐκ θεοῦ, τοῦ κατὰ τόπον καὶ χώραν ἔχοντος τοὺς ἑαυτοῦ ἐργάτας καὶ θεραπευτάς· αὐτὸς καὶ ἐν τῇ πάλαι ἐξορία ὡσαύτως ποιεῖν οὐ διέλειπες, ἡμᾶς αὐτοὺς σκεπάσας καὶ θεραπεύσας· διὰ πάντα τοίνυν ἔχεις ἡμᾶς ὑποχρέους προσευχῶν εὐχαριστηριῶν· μᾶλλον δὲ θεὸν τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰς εἰς τοὺς ἀδελφοὺς εὐποιίας σου· παρ᾽ οὗ σοι ἡ ἄφεσις τῶν ἁμαρτιῶν καὶ ἡ βασιλεία τῶν οὐρανῶν.