Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 130: To Naucratius, His Son
ρλ΄. Ναυκρατίῳ τέκνῳ.
Ἀδολεσχίᾳ ἠδολέσχουν τί τὸ ἀποβησόμενον εἰς τοὺς ἀδελφούς· καὶ ὡς διὰ τῆς ἀπαγγελίας τοῦ γράμματός σου τέκνον, ἔγνων αὐτοὺς διασεσωσμένους ἔτι μετὰ καὶ τοῦ Ὑπατίου· τοῦτο γὰρ ἡ ἐπὶ τῶν προτέρων φρουρῶν ἀνάπεμψις· τί δεῖ καὶ λέγειν ὅσον εὐθύμησα, εὐχαρίστησα, ἠγαλλιασάμην; καὶ γὰρ ὥσπερ τὸ μακάριον τέλος τοῦ ἁγίου μου Θαδδαίου κράτος γέγονεν, οὐ μόνον ἐμοὶ τῷ ταπεινῷ, ὑμῖν τε τοῖς αὐτοῦ ἀδελφοῖς, ἀλλὰ καὶ πάσῃ τῇ ἐκκλησίᾳ, οὕτω καὶ τῶν ἔτι ἀθλούντων ἡ εὐανδρία καὶ διακαρτερία· ὥσπερ καὶ τὸ ἐναντίον ἐναντίως· ἔστιν οὖν ὁ δυναμῶν θεὸς καὶ πρὸς τὸ ἑξῆς κάλλιστα αὐτοὺς διαγωνίσασθαι· οὐ μὴν ἀλλὰ καὶ ἡμᾶς σὺν αὐτοῖς· οἱ μὲν γὰρ ἔδραμον καὶ ἐνίκησαν, κἂν οὐκ εἰς τὸ ἀεὶ, διὰ τὸ μὴ εἰδέναι τί τέξεται τὰ μετέπειτα· ἡμεῖς δὲ ἐπὶ παρασκευῆς μόνον, οὔπω δεδραμηκότες· διὸ ὑπομνήσκω, παρακαλῶ, κυλινδοῦμαι, καὶ διὰ σοῦ πάντας παρασκευασμένους εἶναι, μεμελετημένους διὰ τὴν αἰφνίδιον ἁρπαγήν· οὐδεὶς ἐπὶ συμβολῇ πολέμου ἱστάμενος ἀμεριμνεῖ, οὐ φιλονεικεῖ, οὐ διακέχυται, οὐ γελωτοποιεῖ, οὐ μισοπονηρεῖ, οὐκ ἐνεμβατεῖ· ἀλλὰ τί; γρηγορεῖ, προσεύχεται, συμφράττεται, συμπλέκεται καὶ πρὸ συμπλοκῆς, διωθεῖται τὰς ἐπιθυμίας, αὐταρκοτροφεῖ, ἀσχετεῖ κόσμου, ζωῆς, οἰκείου σώματος, πάντα κατὰ τὸν ἀπόστολον σκύβαλα εἶναι νομίζει διὰ Χριστόν· οὐκ οἴδατε τί πέπονθεν ὁ ταπεινὸς Λουκιανὸς ἵνα τοὺς ἄλλους ὡς οὐ τῶν δοκούντων εἶναί τι ἐάσω λέγειν· πῶς πέπτωκεν, πῶς γέγονεν ὑπὸ χεῖρα, φεῦ μοι λέγειν τοῦ βασιλέως, μᾶλλον δὲ τοῦ διαβόλου· δέομαι ὑμῶν προσεύχεσθε περὶ ἐμοῦ ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ τὸν ἄσωτον, τὸν ἀδρανῆ, τὸν ἄχρηστον ἡ δύναμις τοῦ Χριστοῦ, ἐν ᾗ ἔστι τὸ νικᾶν· ἐπεὶ φησὶ χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· ταῦτα κἀγὼ περὶ ὑμῶν αἰτῶ μετὰ δακρύων καθ᾽ ἑκάστην· ναὶ δέομαι ὑμῶν· ἑτοιμάζεσθε, θωρακίζεσθε, διανίστασθε, ἔχοντες πρόμαχον καὶ προασπιστὴν τὸν κύριον, ὃς πάντως τὸν πιστεύοντα σώζοι· πιστεύετέ φησιν ὅτι δύναμαι τοῦτο ποιῆσαι; οἱ δὲ εἶπον· ναὶ κύριε· καὶ αὐτός· ὑπάγετε, ὡς ἐπιστεύσατε, γενηθήτω ὑμῖν, καὶ ἐπέτυχον τῆς ἐπιζητήσεως· τοῦτο καὶ νῦν ἐφ᾽ ἡμῖν τοῖς ταπεινοῖς· ὑπόδειξον τὸ γράμμα ἀδελφέ μου τοῖς προέχουσι· καί γε πρὸ πάντων ἀσφαλέστεροι ἦτε οἱ ἐκ τῶν ἔσω παραπεμφθέντες πρὸς τοῦ βασιλέως· καὶ ὁ κύριος ἔστω μεθ᾽ ὑμῶν· ἀμήν.