Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 14: To Abbess Anna
ιδ΄. Ἄννῃ ἡγουμένῃ.
Τί ἂν, ἀκούσας περὶ τῆς τιμιότητός σου περιχαρῶς ἐδεξάμην, ὡς ἐπὶ τὸ μαθεῖν με ἐγκεκλεῖσθαι αὐτὴν νῦν διὰ τὸν κύριον ἡμῶν καὶ θεόν· ὦ σοφὴ γυναικῶν· ὦ αἷμα Θεοκτίστης τῆς μεμακαρισμένης σαρκικὸν ὁμοῦ καὶ πνευματικόν· τοῦτό σοι τῶν προηνυσμένων ἀσκητικῶν ἀγώνων τὸ διάδημα· τοῦτο τῆς δεδοκιμασμένης σου ὑποταγῆς τὸ ἀναβλάστημα· ὡς μέγιστόν σου τὸ κλέος· ὡς ὑπέρλαμπρόν σου τὸ κατόρθωμα· ἐξ εὐγενῶν εὐγενὴς τὸ κατὰ σάρκα καὶ τὸ κατὰ πνεῦμα· ποῖος σου λόγος οὐκ ἄξιος ἐπαίνου; ποία σοι γλῶσσα οὐκ ἐγκωμίων χρεώστις; ἀλλὰ τί τὸ ζητούμενον; ἵνα σου τελειώσῃς τὸν ἀγῶνα· εἰ καὶ μόνῃ ἢ ἐγκεκλεισμένη, ἀλλὰ μετὰ Χριστοῦ καὶ τῶν ἀγγέλων· εἰ καὶ σωματικῶς ὀδυνηρὸν, ἀλλὰ πνευματικῶς ἀγαλλιαστόν· μὴ ὁρώσης σου πρὸς τὰ βλεπόμενα πρόσκαιρα, ἀλλὰ πρὸς τὰ ἀόρατα καὶ οὐράνια· ἐὰν σου τελειωθείη τὸ ἔργον, οἷον σοι χορεῦσαι μετὰ ὁμολογητῶν Χριστοῦ· στῆθι παρακαλῶ κυρία· δυναμώθητι ἄνωθεν· μὴ πτοηθῇς βασιλέα, ἐὰν δεῖ σε κατ᾽ ὄψιν ἐλθεῖν, ὡς οὐκ ἐπτοήθησαν αἱ μάρτυρες· μὴ γύμνωσιν σώματος, καὶ πληγὰς ἂν καὶ τοῦτο ἔλθῃ· ὁ Χριστὸς γὰρ περιστολή σου, βοήθεια, ἰσχυσαί σε πάντα, ὡς Φεβρονία καὶ αἱ ἐφάμιλλοι αὐτῆς· ταῦτά σοι παρ᾽ ἐμοῦ ἐκ πολλῆς φροντίδος καὶ τῆς κατὰ κύριον ἀγάπης, ἵνα μὴ ἔξαρνος γίνῃ Χριστοῦ.