Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 131: To Peter, His Son

ρλα΄. Πέτρῳ τέκνῳ.

Τὸ μὲν ἐπιστεῖλαι, καλῶς· φιλῶ γὰρ ἀεὶ τέκνον μου ἠγαπημένον ὁμιλεῖν σοι διὰ τοῦ γράμματος· τὸ δὲ ἀποστεῖλαι, διὰ τί; καὶ γε τοσαῦτα καὶ τηλικαῦτα· ἐξέστησάς με πᾶσαν τὴν ἔκστασιν ταύτην· οὐκ ἤρκει σοι ἡ φροντὶς τῶν ἀδελφῶν; ἀλλ᾽ ὁ πόθος πρᾶγμα βίαιον· στῆσον ἔτι παρακαλῶ τὸ ἐκδαπανᾶσθαι σε· πλὴν ἀπεδεξάμην· πλὴν ἀπευχαρίστησα ὅτι ἀναξίου μου ὄντος ἡ τοιαύτη σου θεόθεν ἐκκέχυται προαίρεσις· τί ἀνταποδώσω ὁ τάλας; τί γὰρ ἀγαθὸν ἔχω; ἢ ἔσχες παρ᾽ ἐμοῦ ἢ αὐτὸς ἢ ἄλλος τῶν συμφοιτητῶν σου; θεοῦ τὸ δῶρον, οὐκ ἀπ᾽ ἐμοῦ τί ὠνήσασθαι· ὅμως ἀνθ᾽ ὧν προαιρούμενος εἶ ἐκ πρώτης ἡμέρας ἕως δεῦρο πρὸς τὴν ταπείνωσίν μου, ὦ καλὸν τέκνον, εὕροις τὸν Χριστὸν εὐμενισμένον, τῆς πεποιθήσεώς σου χαριζόμενόν σοι τοὺς μισθούς· δι᾽ αὐτὸν γὰρ πράττεις, ἃ πράττεις· γρηγορεῖν δὲ παρακαλῶ ὑμᾶς, στήκειν ἐν τῇ πίστει, ἀνδρίζεσθαι, κραταιοῦσθαι, πάντα ὑμῶν ἐν ἀγάπῃ γίνεσθαι· ὁ γὰρ καιρὸς ἀγώνων· σκοπεῖτε πῶς τινὲς δοκοῦντες ἵστασθαι καταπεπτώκασι, καὶ ἄλλοι ἄλλως· παραζηλοῦμεν ἐν τοῖς ἐναθλοῦσιν, ὧν Χριστὸς στερέωμα· ὧν κἀγὼ ὁ τάλας εἴκω κοινωνός· οἷς καὶ ὑμεῖς συναρίθμιοι ἐν Χριστῷ Ἰησοῦ τῷ λαμπρύναντι τὴν πολιτείαν ὑμῶν ἔκπαλαι· ἀφ᾽ ὧν καὶ ὁ ζῆλος ἀνήφθη ἐν τῷ νῦν καιρῷ τολμῶ λέγειν· πρὸς οὓς εἴρηκας ἐπιστεῖλαι. γέγραφα· προσαγόρευσον τὴν καλήν σου συνοδίαν· οἱ σὺν ἐμοὶ θερμῶς σε ἀσπάζονται.

· Contents ·