Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 132: To a Patrician Lady
ρλβ΄. Πατρικίᾳ.
Οὔπω οὔτε ἐν ὄψει ὡς οἶμαι ἦλθον τῆς εὐγενείας σου, οὔτε εἰς λόγον γραμματικῆς προσφωνήσεως· ἤχθην δὲ κινηθεὶς παρὰ τοῦ πνευματικοῦ ἡμῶν τέκνου, Πέτρου δὴ λέγω τοῦ ἰδίου σου· πολλά σοι γὰρ τὰ ἐγκώμια συνήρει· καὶ πολλούς σου φαίη ἀπολελαυκέναι τιμῆς καὶ χάριτος· καὶ τοῦτο ψυχῆς ἀγαθῆς ἀγαθοποιεῖν πρὸς πάντας, καὶ μάλιστα πρὸς τοὺς οἰκείους καὶ ἀγχιστεύοντας· λέγει δὲ ὁ ἀδελφὸς καὶ μὴ χραίνεσθαί σε τῇ μυσαρᾷ αἱρέσει τῶν χριστομάχων· καὶ γε πάλιν μέγας σοι ὁ ἔπαινος ἐντεῦθεν, πιστὰ φυλαττούσῃ τῷ δεσπότῃ σου Χριστῷ, καθάπερ καὶ τῷ μακαρίῳ σου ὁμόζυγι· ἀλλ᾽ ὦ πῶς ἦλθον εἰς μνήμην τοῦ ἀνδρός; κἂν γὰρ τῇ τιμιότητί σου ἀγνώριστος, ἀλλ᾽ οὐκ ἐκείνῳ τῷ ἀειμνήστῳ· ἐφίλουν γὰρ αὐτὸν πάνυ διὰ τὴν ἐν ἅπασιν εὐσέβειαν αὐτοῦ καὶ θεοφοβίαν· πείθομαι δὲ ὅτι καὶ ἀντεφιλούμην· γέγονε δὲ ὡς γέγονε, καὶ θεὸς αὐτὸν ἀναπαύσειεν· οὐ γὰρ τὸ θανεῖν ἐν πολέμῳ ἁπλῶς κακὸν, ἀλλὰ τὸ ἐν ἁμαρτίᾳ, οὖ δ᾽ ἂν φθασθείη τις κἂν ἐπὶ κλίνης· λοιπὸν εὔθυμος ἔσο κυρία περὶ τῆς σῆς κεφαλῆς, ὃν ὄψῃ μικρὸν ὕστερον ἐλπίζω ἐν χαρᾷ, ὅτε τῇ ἐσχάτῃ σάλπιγγι ἀναστήσονται πάντες εἰς ἄμειψιν τῶν βεβιωμένων· ἴδε πῶς ἀρξάμενος, ἑτέρως ἐτελείωσα· εὐρέθη γάρ μοι τὸ γράμμα κατὰ χρέος τῇ τοῦ ἐμοῦ κυρίου καὶ γνησίου φίλου ὁμοζύγι πεποιημένον· χαρισθείης μοι εὐσεβῶς διαβιοῦσα.