Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 133: To Another Patrician Lady
ρλγ΄. Πατρικίᾳ ἄλλῃ.
Τὰ νῦν ἐπιστεῖλαι τῇ ἐμῇ κυρίᾳ, ἐκ προφάσεως γέγονε τοῦ πνευματικοῦ ἡμῶν τέκνου ἀββᾶ Πέτρου, τοῦ καὶ τῆς σῆς θεοσεβείας ἀγχιστέως· τί δὲ ὅτι οὐκ ἀπέλειπες καὶ αὐτῷ ἀγαθοποιοῦσα, ὥσπερ καὶ τοῖς περὶ τὸν ἀββᾶν Εὐόδιον, ἄλλοις τε τοῖς φθάσασι τῆς ἐλαχίστης ἡμῶν μονῆς ὑπάρχειν; ὑπὲρ ὧν, ἄξιόν ἐστιν εὐχαριστεῖν σοι, ἀπολογεῖσθαι, προσεύχεσθαι τὰ ἀγαθά σοι εὐθυνῆσαι· ὁ οὖν ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, χορηγῆσαι καὶ πληθύναι τὸν πνευματικὸν σπόρον, καὶ αὐξῆσαι τὰ γεννήματα τῆς δικαιοσύνης σου ἐν παντὶ, θείᾳ ἐργασίᾳ πλουτιζομένης· τοῦτο γάρ σοι ἐγκώμιον ἐν τῷδε τῷ βίῳ, ἐφόδιον αἰωνίου ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἀπολαύομεν πάντοθεν τῶν ἀγαθῶν σου· ἔχομεν δὲ ἐν ὀφθαλμοῖς ἡμῶν μνήμης ἐμπύρευμα, καὶ τὸ προσκεφάλαιον, ἐν ῷ ἀναπαυόμενοι χρεωστικῶς ὑπερευχόμεθά σοι· τί τὸ ἑξῆς; ὅτι καὶ τὴν πίστιν ὡς μανθάνω φυλάττεις ὡς κεφαλίδα σου, τὸ φρόνιμον τοῦ ὄφεως ἔχουσα κατὰ τὴν γραφὴν καὶ τὸ τῆς περιστερᾶς ἀκέραιον· ὦ τῆς ἐπαινετῆς σου θεοσεβείας· οἶδας ὅτι οὐδὲν θεοῦ προτιμώτερον· ὄντως πεπαίδευσαι τὰ θεῖα, ἀληθῶς γινώσκεις τὰ ἀνθρώπινα παρερχόμενα· καί γε διαφυλάξειέν σε κύριος ἕως τέλους ἀκαταγώνιστον, ἀμέτοχον τῆς τῶν αἱρετιζόντων θεοχωρίστου κοινωνίας, τὴν ἐν ἅπασιν πανεύφημον καὶ πανσύνετον.