Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 134: To Hilarion, His Son

ρλδ΄. Ἰλαρίωνι τέκνῳ.

Χαῖρε τέκνον ἀββᾶ Ἰλαρίων· πυνθάνομαί σε πῶς ἔχεις· πῶς διεξάγοις τὸν τοῦ διωγμοῦ καιρὸν, κἂν ἄρτι ἀπεριόριστος· ἀλλὰ τὰ πάλαι οὐ μόνον περιορισμένος, ἀλλὰ καὶ ἐν πληγαῖς ὑπὲρ Χριστοῦ· ὅμως καὶ τὰ νῦν δεδιωγμένος, καὶ ὁ μακαρισμὸς ἐγγύθεν· δεδέημαι καὶ πρὶν καὶ νῦν τὸ αὐτό· εὐαρέστως διεξάγειν τὴν ἐν κυρίῳ ζωὴν ὑμῶν· ἡ συνοδία σου ἔστω συνοδία Χριστοῦ· ἡ ἁλία σου, ἁλία ἀποστολικὴ, καὶ γὰρ μαθητῶν Χριστοῦ τοῦτο τὸ ἐπιτήδευμα· δοξάσατε δὴ τὸν θεὸν, τέκνα μου, ἐν τῷ ἔργῳ ὑμῶν, ὅτι ἐπὶ θύραις θανάτου ἐσμέν· ἁλιεύων ἡλιεύθης ὑπὸ κυρίου εἰς τὸ ἅγιον σχῆμα· οὕτως εἰσαεὶ ἔστω σου ἡ ἄγρα ἐν τῷ ἀγρεύεσθαί σε ὑπὸ θεοῦ εἰς τὰ καλά· ὁρῶν τὸν βυθὸν, θαύμαζε τὸν ποιητήν σου θεόν· ἀγρεύων τὸν ἰχθῦν, δόξαζέ σου τὸν τροφοδότην κύριον· πιπράσκων διὰ χρείαν, μοναχικῶς ἀλλ᾽ οὐ κοσμικῶς· πλέκων τὴν ὁρμειὰν, συμπλέκοις μου ἀγαθοὺς λογισμούς· ψαλμὸν ἔχεις· ᾠδὴν ἔχεις, μελῳδίαν ἔχεις· ἐν τῷ ἐσθίειν, τὸ ἀπρόσκοπον· ἐν τῷ πίνειν, τὸ σύμμετρον· ἐν τῷ κοιμάσθαι, τὸ αὔταρκες· πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, ἵνα δοξάζηται ὁ κύριος ὑπὸ τῶν ὁρώντων ἡμᾶς· σκοπεῖτε καὶ τὸν πειρασμὸν, μήπως καὶ συλληφθῆτε· διὸ οὐκ ἀμεριμνεῖν χρὴ, οὐδὲ ἀδιαφόρως ζῆν, ἀλλὰ σὺν φόβῳ καὶ ἐγρηγορήσει, ἐλπίδι τε θεοῦ εἰς τὸ ἐνεγκεῖν πάντα ὑπὲρ Χριστοῦ· ναὶ τέκνον μου, παρακαλῶ σε οὕτω πορεύεσθαι· στήριζε τοὺς μετὰ σοῦ· ὑπομίμνησκε φοβεῖσθαι καὶ τρέμειν θεόν· καὶ μηδὲν ποιεῖν κακὸν ὡς κατ᾽ ὀφθαλμοὺς αὐτοῦ παρόντων ἡμῶν ἀεὶ ὅπερ ἀληθές· ἀπεδεξάμην σου τοὺς ἰχθύας, ἐξ ἔργων τῶν εὐλογημένων χειρῶν σου· εὐλογήσειεν κύριος τὴν ἄγραν σου· προσειπὲ τὸν ἀδελφὸν Θεοφύλακτον καὶ εἴ τινα ἄλλον πιστόν· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε πεποθημένως.

· Contents ·