Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 135: To Nilus, His Son
ρλε΄. Νείλῳ τέκνῳ.
Προσαγορεύω σε ὦ τέκνον μου ἀγαπητὸν Νεῖλε· ἀπεδεξάμην σου τὴν εὐλογίαν τοὺς ἰχθύας· τί σοι ἀνταποδοίην ὅτι καὶ πάλιν μου ἐμνήσθης ἐκ τοῦ κόπου τῶν χειρῶν σου; οὐδὲν ἄλλο, ἢ εὐχήν μου ἁμαρτωλήν· καί γε παράσχοι ὁ κύριος τὸν φόβον αὐτοῦ πλειοτέρως ἐν καρδίᾳ σου· ἵνα κἀν τε ἐν γῇ κἄν τε ἐν θαλάσσῃ, αὐτὸν ἀναπνοῖς, αὐτῷ δουλεύοις· οἶδας γὰρ τέκνον ὅτι θνητοί ἐσμεν πάντες μικρὸν ὕστερον ἐκβαίνοντες τοῦ σαρκίου, λόγον ὑφέξοντες περὶ ὅλου τοῦ βίου ἡμῶν, μέχρι καὶ λόγου καὶ παροράματος, μέχρι ἐνθυμήσεως· καὶ τί λέγω; καὶ ἀκουσίων, καὶ τῶν ἐν ἀγνοίᾳ δώσειν ἡμᾶς λόγον ἐπήγγελται τῷ κυρίῳ· ποταποὺς δεῖ ἡμᾶς λοιπὸν εἶναι; ἐνφόβοις καὶ ἐντρόμοις, εὐαπολογήτοις· φοβερὸν γὰρ τὸ κριτήριον τῆς διαγνώσεως· πῦρ ἄσβεστον ἔνθεν, κἀκεῖθεν βασιλεία οὐρανῶν· τὸ μὲν τοῖς ἁμαρτωλοῖς καὶ παρακρούσασι τὰς ἐντολὰς τοῦ κυρίου, ἡ δὲ τοῖς νομοφύλαξι· διὰ τοῦτο παρακαλῶ ὁσίως σε βιοῦν, καθαρῶς, ἐνώπιον εἶ θεοῦ· κἂν δίκτυον ἀνακαθαίρῃς, κἂν ἄγκιστρον βάλλεις, κἂν ἰχθὺν ἀνέλκεις, πάντα εἰς δόξαν θεοῦ, τέκνον· μὴ ὡς οἱ λαϊκοὶ ἡμεῖς οἱ σταυρόκοσμοι, μήτε ἀγρεύοντες, μήτε πιπράσκοντες, ἀλλὰ ἀποστολικῶς, ὧν καὶ τὸ χειροτέχνημα ὑπέμνησα ἐκ πόνου, ἐκ φόβου· ἐὰν γὰρ μὴ διαστείλωμαι, οὐαί μοι· ναὶ υἱὲ μου ἠγαπημένε, μνήσθητι τοῦ εὐεργέτου σου θεοῦ· ποῦ ἦς, ποτὲ καὶ πῶς, καὶ νῦν τίς εἶ καὶ ἐν ποίᾳ δόξῃ· δόξασον τὸν θεὸν ἐν τῷ βίῳ σου ἵνα καὶ ὁ θεός σε δοξάσῃ εἰς αἰῶνας· σοὶ μὲν παρ᾽ ἐμοὶ ταῦτα· πρὸς δὲ τὴν συνοδίαν σου, αὐτὸς ἀντὶ ἐμοῦ γενοῦ στηρίζων καὶ νουθετῶν τὰ αὐτά· καὶ ἡ εἰρήνη τοῦ κυρίου βραβεύσειεν ὑμᾶς ἐν ὁμονοίᾳ· προσεύχου καὶ αὐτὸς περὶ τῆς ταπεινώσεώς μου· προσαγορεύουσίν σε οἱ ἀδελφοί σου.