Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 136: Without Address

ρλϛ΄. Ἀνεπίγραφος.

Μανθάνω σε, ὦ μακαριώτατέ μου πάτερ, εἰργμένον εἶναι, καὶ οἷον ὡς καμίνῳ πυρὸς δοκιμαζόμενον ὑπὸ τῶν ἀσεβούντων, καὶ εἴθέ μοι ἦν δυνατὸν καταλαβεῖν τὸ κατέχον σε φρούριον, ὡς ἂν ἠσπασάμην τὴν ἐμὴν ἱερὰν καὶ σεβασμίαν κεφαλὴν, ἄσας σοι αἰνέσεως ῥήματα, ὅτι διὰ Χριστὸν βασανίζῃ, λιμώττεις, διψεῖς, στενοχωρούμενος, ὑποπιαζόμενος, ταλαιπωρούμενος· τάχα καὶ τὸν ἀέρα ἀναπνεῖν οὐκ ἐλευθερίως ἔχων· ἐῶ λέγειν ὀνειδισμοὺς, μυκτηρισμοὺς, ἀπειλὰς, ὅσα ἄλλα καὶ φυλακὴ φέρει καὶ οἱ κακοῦντες εἰώθασι πράττειν· διὰ ταῦτα πάντα ἀλγύνομαι ὁ ταπεινὸς ἐπὶ τῇ σῇ ἁγιωσύνῃ· ἀγωνιῶ, σφαδάζω, στοναχίζω, τὴν καρτερίαν σοι προσευχόμενος ὡς ἁμαρτωλὸς, τὴν ἀναψυχὴν, τὴν τοῦ ἀγῶνος τελείωσιν· καί γε πιστεύω ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν τὸ μαρτύριον τῆς ὁμολογίας αὐτοῦ, καὶ ἐπιτελέσειεν εἰς δόξαν τοῦ κράτους αὐτοῦ, εἰς ἔπαινον τῆς ἐκκλησίας αὐτοῦ, εἰς καύχημα ἡμῶν τῶν ἐλαχίστων καὶ ἀδρανῶν· πάντες ἡμῶν εἰς ὑμᾶς ἀποβλέπομεν· πάντες ἐφ᾽ ὑμῖν ἐπερειδόμεθα, ὥσπερ οἱ κατὰ δευτέραν ἐπιβολὴν σταδιοδρομεῖν παρασκευασμένοι, καὶ τῇ τῶν προτέρων νίκῃ ἢ τοὐναντίον εὐθαρσοῦντες, ἢ καὶ ἀνάπαλιν καταπεπτηχότες, καὶ τῆς ἀνδρείας τόνον οὐκ ἔχοντες· δεόμεθα ὑμῶν, ἀνδριώσατε ἡμᾶς· ναὶ ναὶ παρακαλοῦμεν τὰ πατρικὰ ὑμῶν σπλάγχνα· δῶτε ἡμῖν νίκης σημεῖον ἐν ταῖς αἰττήτοις εὐδρομίαις, καὶ μὴ τοὐναντίον, ὅπερ ἀπίει καὶ ἐννοεῖν· ἔστε ὑμεῖς ἡμῶν καὶ στέφανος, καὶ χαρὰ, καὶ ἐλπὶς, καὶ μαρτύριον ἐν προσώπῳ Χριστοῦ· ὃς ἡμᾶς σὺν ὑμῖν τοῖς ἀξιοθέοις χαρίσεται ἀκαταγνώστως διανύσαι τὸν προκείμενον ἀγῶνα τῆς ὁμολογίας αὐτοῦ.

· Contents ·