Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 137: To Irene and Kale, Two Sisters
ρλζ΄. Εἰρήνῃ καὶ Καλῇ δυσὶν ἀδελφαῖς.
Ὦ τῆς συμφορᾶς· ἀπὸ γὰρ στεναγμοῦ ἐνάρχομαι τῆς ἐπιστολῆς, συνσκυθρωπάζων ὑμῖν ἐπὶ τῷ πάθει, καὶ συνδακρύων εἰ καὶ τολμηρὸν εἰπεῖν ὡς ὁ Χριστὸς ὁ ἀγαθὸς ταῖς περὶ Μάρθαν δυσὶν ἀδελφαῖς ἐν τῷ θανάτῳ Λαζάρου· φίλος γὰρ ὁ ἀνὴρ, φίλος ἐγγίζων ἐν αἵματι· ἀγαθὸς ἄνθρωπος θεοῦ· ἐργάτης ἐντολῶν κυρίου· μόσχος ὦν, καὶ ὀνόματι δι᾽ εὐωδίαν τῶν δεξιῶν αὐτοῦ πράξεων· τότε τοίνυν ἐπὶ Λαζάρῳ πολλοὶ Ἰουδαίων ἧκον ἐν Βηθανίᾳ συνθρηνήσοντες ταῖς ὁμαίμοσι διὰ τὴν ἀρετὴν τοῦ ἀνδρός· εἰ γὰρ τοῦ Χριστοῦ φίλος, πῶς οὐ πᾶσιν ἐραστός; νῦν δὲ φεῦ τῆς συμβάσεως· οὐδὲ κἂν ὁ θάνατος κατ᾽ ὀφθαλμοὺς, ὅπερ φέρειν οἶδε πολλὴν παραμυθίαν ἐξόδια ῥήματα καὶ συντακτήρια παραψιθυρίσματα· φιλεῖται γὰρ ὁ ἀπιὼν καὶ περιτρύζεται παρὰ τῶν παρεστηκότων, καὶ νεύει ὀφθαλμὸν, καὶ κινεῖ χεῖρα, καὶ φθέγγεται ἀδρανές τι, ἃ οὐκ ὀλίγην καὶ μετὰ θάνατον ἐπαφίησι παρηγορίαν τοῖς πενθοῦσιν· οὐδὲν δὲ δεῦρο τοιοῦτον· διὸ καὶ τὸ πένθος ὑμῶν ὑπολαμβάνω ἀπαράκλητον εἶναι ἀφεμένων μόνων, ἀπροστατεύτων, ἀνεπικούρων· βαρὺ τὸ πάθος, βαθεῖα ἡ πληγὴ, ἀπαρηγόρητος ὁ χωρισμός· καὶ γὰρ ἦτε ἀμφότεροι ξενόν τι ζῶσαι ἐν βίῳ, ἀδελφὸς δυεῖν ἀδελφαῖς, ἄζυξ ἄζυξι, παρθένος παρθένοις· φέροντες τὰ τῆς εὐγενείας ἐν λαμπρότητι, τὰ τῆς ἡλικίας ἐν ἀκμῇ, τὰ τῆς θεωρίας ἐν εὐειδίᾳ, τὰ τῆς οὐσίας ἐν εὐπορίᾳ, τὰ τῶν προσόδων ἐν εὐθηνίᾳ· καὶ ὅμως τῆς φιλαλληλίας οὐδὲν προτιμότερον γέγονεν εἰς διάζευξιν ἀναγκάζον διὰ τοῦ γάμου ἐν ὑμῖν· «ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό·» καὶ οὔπω ἔφην τὴν μητρόθεν παραδεδομένην ἀγαθοεργείαν ἐν ἐλεημοσύναις, ἐν προσευχαῖς, ἐν ψαλμωδίαις, ἐν ἐγκρατείᾳ, ἐν σεμνότητι, ἐν εὐλαβείᾳ, ἐν φιλοξενίᾳ· τὸ τελευταῖον καὶ πρῶτον, ἐν ὀρθοδοξίᾳ· ποῦ παρήσομεν τὴν ὀρφανοτροφίαν καὶ ὅσα ἐν αὐτῇ ὁρᾶται ἐν πάσῃ ἡλικίᾳ κληρῷσαι καὶ προικίσαι καὶ εἴ τι ἄλλο; ὦ τοῦ θαύματος· τεσσαράκοντα εἴασεν ὀρφανὰ ἐν τῇ ἀποβιώσει, ἐν ὑμῖν ταῖς τὰ ἴσα πραττούσαις· ξένον ἄκουσμα, ἔργον ἁγίων, οὗτοι σὺν πολλοῖς ἄλλοις οἱ θρηνηταὶ τοῦ πατρὸς ὡς ἀληθῶς τῶν ὀρφανῶν· θεομίμητον τὸ κατόρθωμα· τοιαῦτα τὰ ἐκείνου καὶ ὑμῶν· τοιοῦτο αὐτοῦ καὶ τὸ ἐντάφιον, δι᾽ ὧν καὶ μετὰ θάνατον ὀρφανοτροφεῖ, ἐλεεῖ, ψυχὰς πενήτων ἐμπίπλησιν ἀγαθῶν· ταῦτα κενούτω τὸ πάθος τῆς λύπης ὑμῶν εἰς χαρὰν μεταβάλλοντα, ἐν ἐλπίδι τῶν ἀποκειμένων αὐτῷ αἰωνίων ἀμοιβῶν· ὧν καὶ ὑμεῖς μετασχοίητε καλῶς καὶ ὁμοτρόπως τὸν ὑπολειπόμενον ὑμῖν διαμείβουσαι βίον, ἐν Χριστῷ Ἰησοῦ τῷ φυλάττοντι ὑμᾶς ὡς κόρας δύο ὀφθαλμῶν θεοσεβείας.