Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 138: To Eusebius, His Son

ρλη΄. Εὐσεβίῳ τέκνῳ.

Ἐδεξάμην σου τὸ γράμμα, τέκνον, καὶ γνοὺς συνῆκα ὅτι φοβεῖς σὺ τὸν θεὸν διὰ τῆς ἀγάπης καὶ πεποιθήσεώς σου ἧς ἔχεις δι᾽ αὐτὸν πρὸς τὴν ἐμὴν ταπείνωσιν· δεῖγμα γὰρ ὑποταγῆς θεοθεραπεύτου, ἡ πρὸς τὸν καθηγούμενον ἀγάπη καὶ ἐπιποθουμένη θεωρία· χάρις οὖν τῷ θεῷ ὅτι ἄσβεστοί σου οἱ σπινθῆρες τῆς πίστεως διαμεμενήκασιν, ἀλλὰ καὶ διαμενοῦσιν εἰς τὸ ἀεί· εὐαπόδεκτός σου καὶ ἡ πρὸς τὰ ἐνταῦθα προαιρετικὴ ἀφίξις· ἀλλ᾽ οὖν καλῶς ἐποίησας ἐπισχὼν ἑαυτόν· πειρασμὸς γάρ ἐστιν ἡ ἔλευσις τοῦ τυχόντος· παρακαλῶ δέ σε, τέκνον μου, φυλάττεσθαι ἀπὸ παντὸς κακοῦ· ἔστω σου τὸ κάθισμα ἐν τόπῳ ἀσκανδαλίστῳ, φεύγειν γὰρ δεῖ τοὺς τῶν πτωμάτων τόπους· μετὰ ἑνὸς πάντως ἢ δύο ἀδελφῶν σου· γέγραπται γάρ· « οὐαὶ τῷ ἑνὶ, ὅτι ἐὰν πέσῃ οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν· ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δέ φησιν ἀντίκειται ἀλλήλοις·» « μὴ τὴν νικῶσαν τῇ σαρκὶ δῶμεν ῥοπὴν,» ἕξει γὰρ ἡμᾶς εἰς πυθμένα ἅδου, ἀλλὰ τῷ πνεύματι· ζησόμεθα γὰρ ἐν τούτῳ εἰς αἰῶνας εὐφραινόμενοι· διὸ μέτρῳ καὶ σταθμῷ ἐσθίωμεν καὶ πίνωμεν καὶ ὑπνώττωμεν· τῷ νικῶντι ὁ στέφανος· μὴ οὖν καταισχυνθῇς, τέκνον μου, ἀλλ᾽ ἐν παντὶ σύστησον ἑαυτὸν ἄμεμπτον ὡς θεοῦ διάκονον· ζηλῶν ζήλου τῷ κυρίῳ ἐν τῇ ὀρθοδοξίᾳ, ὅτι ἡ ἄρνησις αὐτοῦ, ἐν τῇ εἰκόνι αὐτοῦ γίνεται τοῖς νυνὶ διώκταις· φεῦγε πάσης κοινωνίας αὐτῶν ὡς ἰὸν ὄφεως· εἴη σοι Χριστὸς βοηθὸς ἐν πᾶσιν· ἀπεδεξάμην καὶ τὰς νῦν εὐλογίας σου ὥσπερ τὰς πάλαι, καὶ ἀντευλογήσειέν σε ὁ θεὸς τοῦ πατρός μου· προσαγόρευσον τὸν ἀδελφὸν Ἐλευθέριον καὶ εἰπὲ αὐτῷ ὅτι ἀνέπαυσάς με λίαν ἐν οἷς εἰργάσω ὑποδήμασι τῶν ἀδελφῶν σου, ὑπακούσας τῷ οἰκονόμῳ· ἀλλ᾽ ἀνταναπαύσειεν σε ὁ κύριος· ἃ σοὶ τέκνον ἐνουθέτησα, γνώτω κἀκεῖνος· χαίρω γὰρ εἰ μάλιστα ἐστὲ σὺν ἀλλήλοις· προσεύχεσθε περὶ τῆς ταπεινώσεώς μου· ἡ χάρις τοῦ κυρίου μεθ᾽ ὑμῶν· ἀσπάζονται ὑμᾶς οἱ συνόντες μοι ἀδελφοὶ ὑμῶν.

· Contents ·