Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 139: To Euthymius, His Son
ρλθ΄. Εὐθυμίῳ τέκνῳ.
Ἐκ τῶν γραμμάτων σου ἐπέγνων, τέκνον μου ἠγαπημένον, τὴν θλίψιν σου, ὅτι περιάγεις ἐκ τόπου εἰς τόπον φεύγων τοὺς δυσσεβοῦντας καὶ ἐναποκρυβόμενος· πῶς οὐχὶ τεθλιμμένως καὶ στενοχωρητικῶς ἔστι σε διαζῇν; ἀλλ᾽ εἰ καὶ οὕτως, τῇ ἐλπίδι νευρούμενος χαῖρε, ὅτι διὰ Χριστὸν πάσχεις, διὰ τὸν ὑπὲρ σοῦ θάνατον ἑλόμενον· ἐν ἴχνεσιν ἔφθασας τῶν ἁγίων οἳ περιῆλθον ἐν πολλαῖς θλίψεσιν, ὑστερούμενοι, στενούμενοι, ἀλήται γινόμενοι, πέτραις σκεπόμενοι, ὄρεσιν ἐμβατεύοντες, φυγάδες, ἀπόλιδες, ἄποικοι ὄντες, μετὰ καὶ πληγῶν καὶ θανάτων, ἵνα Χριστὸν κερδήσωσιν· οὕτω τέκνον καὶ αὐτὸς, ὅ τι ἂν οὖν πάσχῃς, ἐκεῖ ἀπόβλεπε· ἐκεῖθεν λάμβανε παράκλησιν, καὶ στῆθι γενναίως ὡς ἀθλητὴς Χριστοῦ· μαρτυρίου γὰρ καιρός· καὶ μακάριος ὁ ὑπομείνας μικρὰς καὶ πονηρὰς ἡμέρας, ἐν αἷς στέφανος αἰώνιος, δόξα ἀνεκλάλητος· οὐαὶ δὲ τῷ ἀρνητῇ καὶ προδότῃ τῆς εἰκόνος Χριστοῦ, ὅτι μετὰ τοῦ Ἰούδα ἡ μερὶς αὐτοῦ· σὺ οὖν τέκνον ἀγώνισαι ἔτι τὸν καλὸν ἀγῶνα ἐν τῇ ὑπομονῇ τῶν συμβαινόντων· ὅρα ὅτι ἄλλοι ἐν φυλακαῖς, ὥσπερ καί τινες τῶν ἀδελφῶν σου μαστιγωθέντες σὺν Χριστῷ· μὴ δειλιάσῃς, μὴ πτοηθῇς τὸν κρατοῦντα σαρκός· Χριστὸς μετὰ σοῦ ὁ τὰ σύμπαντα φέρων τῷ νεύματι αὐτοῦ· προσεύχου καὶ περὶ τῆς ἐμῆς ταπεινώσεως ἵνα σώζωμαι ἐν κυρίῳ· προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ἡ χάρις μετὰ σοῦ.