Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 140: To Abbot Theophanes

ρμ΄. Θεοφάνει ἡγουμένῳ.

Ὀψὲ τοῦ καιροῦ, ὅμως ἔμαθον συλληφθῆναί σε ὑπὸ τῶν ἰουδαιοφρόνων καὶ ψευδοχριστωνύμων, ὦ πάτερ πολυπόθητε καὶ πολυθρύλλητε· καὶ ὦ πῶς οὐκ ἠδέσθησαν ὑποῖσαι χεῖρα εἰς ἄνθρωπον θεοῦ, εἰς ἄνδρα ὅσιον, εἰς σκῆνος κατατετρυχωμένον, ἔκ τε πολυετοῦς ἀσκήσεως, καὶ νόσου δεινοπαθοῦς λίαν; ἀλλ᾽ οἱ εἰς αὐτὸν Χριστὸν ἐκτείναντες χεῖρας ὕβρεως καὶ διωγμοῦ, τί καὶ οὐ παρέξωσι ἀνοσίων; χάρις δὲ τῷ θεῷ τῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ, ὅτι σὲ τὸν σώματι νοσιλευόμενον θανάσιμα, ἐκραταίωσεν τῷ πνεύματι ὑπὲρ τοὺς πολλοὺς τῶν ὑγιαινόντων, κήρυκα γενέσθαι τῆς ἀληθείας, ἀπτοήτως ἐλέγξαντα γλῶσσαν αἱρετίζουσαν, καὶ μένοντα ἀσάλευτον τῷ καθόλου ἐν τῇ ὁμολογίᾳ Χριστοῦ· τοῦτο τῶν ἀσκητικῶν σου ἀγώνων ὁ κολοφών· αὕτη τῆς θεοσόφου σου γνώσεως ἡ κορωνίς· ηὔφρανας θεὸν τὸν σὸν ἐραστήν· ἤδυνας ἀγγέλους τοὺς σοὺς ἐφόρους τῆς αἰνετῆς ζωῆς· ἔστεψας τὴν σεαυτοῦ κάραν ὁμολογίας διαδήματι· ἐγένου σὺν τῇ ἐκκλησίᾳ Χριστοῦ κἀμοὶ τῷ οἰκτρῷ καὶ ἐλαχίστῳ σου τέκνῳ στηριγμὸς σωτηρίας· διὸ χαίρω καὶ εὐφραίνου ταῖς εἰς αἰῶνα ἀμήρυτον ἀμοιβαίαις σου ἐλπίσι· προσευχόμενος κατόπιν σου, ἱέναι κἀμὲ τὸν σὸν ἐλάχιστον υἱέα· προσειπεῖν σε ἀξιῶ ἁγιώτατε τὸν συναθλόν σου πατέρα δὲ ἐμὸν φημὶ τὸν Ἔξαρχον.

· Contents ·