Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 15: To Leo the Patrician
ιε΄. Λέοντι Πατρικίῳ.
Εἰ αὐτὸς οὐκ ἀτονεῖς εὖ ποιεῖν τῇ ἐμῇ ταπεινώσει δι᾽ οἶκτον φιλανθρωπίας, μή τι ἆρα ἐγὼ ὑποίσω τοῦ μὴ ἀπολογεῖσθαι τῇ ἀγαθῇ σου ψυχῇ κἂν διὰ λόγου; ὦ τῆς συμπαθοῦς σου διαθέσεως· ὦ καρδίας φιλελεήμονος· ὦ ψυχῆς φιλοικτείρμονος· ἔοικάς μοι ὦ δέσποτα πηγῇ ἀειῤῥύτῳ ἀναψυχούσῃ με ἐκ δίψους αἰσθητοῦ τε καὶ νοητοῦ· ἢ μᾶλλον παραδείσῳ παντοίων ὡραίων καρπῶν πεπληρωμένῳ, ἐξ οὗ πάρεστίν μοι ἀπολαύειν τῶν ἐπιθυμουμένων· καὶ ὄντως φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδέν· ἐγὼ δὲ πατέρα σε προσαγορεύειν ἀξιῶ, φιλοτεκνίας ἰδιώματα ἐπιδεδειγμένῳ μοι ἔκπαλαι τῶν χρόνων μέχρι τοῦ δεῦρο· ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι οὔτε χρόνος, οὔτε τρόπος θλίψεως, οὐ πειρασμοῦ ὑπόθεσις, οὐχ ὑπαρχόντων ἐξ ἐπηρείας ἀφαίρεσις, οὐκ ἄλλό τι οὐ μικρὸν οὐ μέγα ἤμβλυνέν σου τὸ πλῆρες τῆς ἀγαθοσύνης· καί τοι γε ὁρῶμεν ἐπὶ γονέων οὐ πάντη διασεσωσμένον τὸ φυσικὸν φίλτρον, ἀλλ᾽ ἔστιν ὅτε ὑπολῆγον, ἢ καὶ εἰς ἔχθραν μεθιστάμενον καθ᾽ ἡντιναοῦν σύμβασιν· ἐπὶ δὲ τῆς σῆς μεγαλοφυίας οὐχ οὕτως· ὁ αὐτὸς γὰρ εἶ καὶ ἀναλλοίωτος, ἐπειδὴ θεοῦ τοῦ ἀναλλοιώτου καὶ ὡσαύτως ἔχοντος τὸν ἔρωτα κέκτησαι· σοὶ μὲν οὖν τοιοῦτον ἄνθρωπε τοῦ θεοῦ τὸ κλέος· ἐγὼ δὲ δέδοικα μήποτε εἰς κρίμα μοι εἴη ἡ τῆς ἀγαθότητός σου περιουσία· τί γὰρ καὶ ἀποδώσοιμι ὁ πτωχὸς ἢ παραρεριμμένην μου προσευχήν; αἰτῶ τὸν ἀγαθόν μου θεὸν ἐπισκοπὴν ἀντὶ τῆς ἐμῆς ταπεινώσεως ποιεῖσθαί σοι, πρὸς πᾶσαν μὲν σωτηρίαν, μάλιστα δὲ κατὰ τὴν λυττῶσαν χριστόμαχον αἵρεσιν.