Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 141: To Callistus, His Son
ρμα΄. Καλλίστῳ τέκνῳ.
Οὐκ ἐπιλέλησμαί σου, τέκνον μου ἠγαπημένον Κάλλιστε, ἀλλὰ καὶ μέμνημαι καὶ ἔχω σε ἐν τῇ καρδίᾳ μου ἐν ἀγάπῃ Χριστοῦ· ἀποδεχόμενός σε λίαν ἐν τῇ πρὸς τὸν οἰκονόμον συναφείᾳ καὶ διακονίᾳ· καὶ οὐ ψεύδομαι ὃ λέγω· δοκῶ αὐτὸς ἐγὼ ὑπηρετεῖσθαι καὶ ἀναπαύεσθαι· ἐν πᾶσιν οὖν χρήσιμόν σε ὁ κύριός μου ἀναδείξειεν· ἐξυπηρετησάμενον πρῶτα καλῶς τῷ μακαρίῳ πατρὶ ἡμῶν, εἶτα καὶ τῷ ἀειμνήστῳ Ἀρσενίῳ μου· μετὰ ταῦτα νῦν τῷ οἰκονόμῳ· ἐν ἀμφοτέροις ἐμὲ ὡς εἴρηται τὸν ταπεινὸν θεραπευκὼς καὶ δουλεύσας· πλὴν ὅτι καὶ ἐδούλευσας διὰ τῆς τοῦ κελλαρίου διακονίας· χαίρω ὅτι ἐν παντὶ εἶ δόκιμος, ἱκανὸς, ἀπεξεσμένος, πιστὸς, εὔνους, ὑπομονητικὸς, φιλοπάτωρ, ὀξύνους, οἰκονομικός, σταθερὸς, νομοφύλαξ, ἀπαράτρεπτος τῆς πίστεως καὶ ὁμολογίας τοῦ Χριστοῦ· ἐν τούτοις οὖν ἴσθι, ἐν τούτοις βεβαιοῦ, ἐν τούτοις χαῖρε ὅτι ὁ μισθός σοι πολὺ παρὰ θεῷ· ἤθελον δὲ κἀγὼ σχεῖν σε ἄρτι εἰς ἐμαυτὸν, ἀλλὰ ἀπάρτι χάρις τῷ θεῷ· μειζόνως ἐν τῇ ἀπουσίᾳ ἀναπαύεις με ἀναπαύων τὸν ὀφθαλμόν μου, τὴν ψυχήν μου τὸν οἰκονόμον, οὐ μόνον ἐν τοῖς οἴκοι ἀλλὰ καὶ ἐν ταῖς πρὸς τοὺς ἀδελφοὺς εἰσόδοις καὶ ἐξόδοις· εἴη σοι ἡ χάρις παρὰ θεοῦ πλεονάζουσα· προσεύχου περὶ τῆς ἐμῆς ταπεινώσεως· ἀσπάζονταί σε οἱ ἀδελφοί σου.