Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 142: To Cassia the Candidatissa

ρμβ΄. Κασσίᾳ κανδιδατήσῃ.

Ἅπερ ἀπέστειλάς μοι διὰ κύριον ἐδεξάμην· καὶ τίς εἰμι ἐγὼ ὁ ταπεινὸς μνημονευθεὶς παρὰ τῆς εὐλαβείας σου; ὅμως ὅτι ἀγαθῆς ῥίζης οὖσα βλάστημα, οἶδας ἀγαθοποιεῖν· ἀκούω δὲ εὖ ποιεῖν σε καὶ τῷ πνευματικῷ ἡμῶν τέκνῳ Δωροθέῳ ὅτι πεφυλακισμένῳ ὑπὲρ Χριστοῦ ἔγγιστά σου οἶδας τί ποιεῖς· συμμερίζεις γὰρ ἐν τούτῳ τὸν τῆς ἀθλήσεως αὐτοῦ ἀγῶνα· δόκησον δὲ ἡμᾶς αὐτοὺς τοὺς ἁμαρτωλοὺς διατρέφειν ἐν τῷ υἱῷ ἡμῶν· τί οὖν ἀνταπόδομά σοι παρ᾽ ἡμῶν; ἡ προσευχὴ καὶ ὁ λόγος ὁ παραινετικός· καλὸν προείλου βίον διὰ θεὸν ὡς πυνθάνομαι παιδιόθεν· νύμφη Χριστοῦ γέγονας, μηκέτι ζήτει ἄλλον μήτε φίλει· τίς γὰρ αὐτοῦ ὡραιότερος; οὗ τὸ κάλλος ἐναστράψειέν σου ἔτι ἐν τῇ καρδίᾳ, εἰς τὸ σβέσαί σε πάντα πόθον ῥέοντα καὶ φθειρόμενον· φεύγουσα φεῦγε τὰς ὄψεις τῶν ἀῤρένων, εἰ θέμις καὶ σωφρόνων, μή πως πληγῆς ἢ πλήξῃς· ἐκδέχεταί σε ὁ νυμφὼν ὁ ἐπουράνιος· ἐκεῖ ὄψει, ὃν ἡρμόσω, μεθ᾽ οὖ χαρίσῃ αἰωνίως· μικρὸς ὁ λόγος, ἀλλὰ ἀρκῶν εἰς ὑπόμνησιν τῇ τιμιότητί σου· σωθείης κόρη Χριστοῦ.

· Contents ·