Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 143: To Meletius, His Son

ρμγ΄. Μελετίῳ τέκνῳ.

Καὶ ἀπὸ τῶν γραμμάτων τοῦ ἀδελφοῦ Ἰωάννου πρότερον, καὶ νῦν ἀπὸ τῆς σῆς ἐπιστολῆς, τέκνον Μελέτιε, ἤνεσα τὸν ἀγαθόν μου θεὸν ἐπὶ τῇ ἐπιστροφῇ καὶ ὁμολογίᾳ σου· καὶ χάρις τῷ κυρίῳ ὅτι οὐκ εἰς κενὸν ἐγένετό σου ἡ καλὴ ὑποταγὴ ἐν ἀρχαῖς καὶ ἕως τίνος· ὁμολογῶ γὰρ καὶ μαρτυρῷ σοι ἐκ ζήλου πεπονθέναι, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν, ὥσπερ καὶ οἱ ἄλλοι· διὰ τοῦτο τῇ ἰδίᾳ δικαιοσύνῃ καὶ φρονήσει ἐπερειδόμενοι, τῆς ὑποταγῆς ἐῤῥάγητε τῆς ἐνθέου καὶ σωτηρίου, ἀλώμενοι καὶ κενεμβατοῦντες εἰς ἀκίχητα· καὶ ἔδειξεν καὶ δείξειεν ὁ καιρὸς καὶ τὰ πράγματα· ἀλλὰ τούτοις τὸ χαίρειν φράσας, εἰς εὐχαριστείαν πάλιν καταλήξω τὸν λόγον· ηὐφράνθην, τέκνον μου ἀγαπητὸν, ἀπολαβών σε διὰ τοῦ γράμματος· καὶ χαίρω ἐπὶ σοὶ, ἢ ἐπὶ τοῖς μὴ πλανηθεῖσι· σὸς εἰμὶ κἂν ἁμαρτωλὸς πατήρ· τὴν ψυχήν μου τὴν ταπεινὴν ὑπὲρ σοῦ θήσω· συγχωρητά σοι πάντα· ἐκ τοῦ δεῦρο στῶμεν· δουλεύσωμεν τῷ κυρίῳ ὑποτεταγμένως· φεύγοντες τὸν αὐτάρεσκον καὶ ἀπαταιῶνα δαίμονα· οὕτως γὰρ σωθείημεν ἐν κυρίῳ· οὐδέν μοι διαφέρει περὶ τοῦ εἶναι σε ἐν τοῖς αὐτόθι ἕως εἰρήνης τῆς ἐκκλησίας τοῦ θεοῦ· μόνον ἀσινὴς διαφυλάττοιο, προσευχόμενος ἀεὶ περὶ τῆς ταπεινώσεως μου.

· Contents ·