Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 144: To Hypatius, His Son
ρμδ΄. Ὑπατίῳ τέκνῳ.
Καὶ νῦν ἃ γέγραφας ἐπέγνων, τέκνον ἠγαπημένον· καὶ περὶ πάντα ἀποδέχομαί σου τὴν προαίρεσιν, ἐν ζεούσῃ καρδίᾳ πίστεως ὑπάρχουσαν, αἰρουμένην τὲ συνεῖναί μοι καὶ σωματικῶς· ἀλλ᾽ οὐ τοῦ παρόντος καιροῦ, ὃ γὰρ ἐπενοήθης, τῆς μὲν πεποιθήσεώς σου γνώρισμα, ἀλυσιτελὲς δὲ πάντῃ· μὴ οὖν τολμήσειας ποιῆσαί τι τοιοῦτον· ὡς γὰρ ὁ κύριος ᾠκονόμησεν, στερκτέον· ἢ οὐκ οἶδας ὅτι ὑπὲρ ἡμᾶς ὁ θεὸς τὰ περὶ ἡμῶν φροντίζοιεν σωτήρια; καὶ τὸ ὁμόψυχον τοῦ μαθητοῦ οὐκ ἐν τῷ σωματικῶς συνεῖναι γνωρίζεται τοσοῦτον, ὅσον ἐν τῷ ἀχωρίστῳ τῆς πνευματικῆς συναφείας φρονήματι καὶ φιλήματι· τί γάρ; σαρκικῶς ἐρῶμεν ἀλλήλους, ἵνα τῇ σαρκὶ χρώμεθα συνεργῷ; εἰ οὕτω, ἐλεεινότεροι ἐσμὲν πάντων ἀνθρώπων· ἀπαθὲς ἡμῶν τὸ ἀγαπητικὸν, ὡς ἂν τοῦ ἀπαθοῦς γνωριζόμεθα (υἱοὶ) θεοῦ· διὸ οὐ πάντως χρείᾳ καὶ σωματικῶς συναφείας· οὕτω τέκνον στέργε, γινόμενος κατὰ τὸ δυνατὸν βοηθὸς τοῖς ἀδελφοῖς σου ἐν ταπεινώσει· εὐχόμενος καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ· ἄσπασαι τὸν ἀδελφὸν Λουκιανὸν, τὸν ἀδελφὸν Εὐόδιον· ἡ Τριὰς τοὺς τρεῖς περιφυλάξειεν μεθ᾽ οὖ ὑπηρετεῖσθε· ἀσπάζονταί σε οἱ ἀδελφοί σου πλεῖστα· ἄσπασαι τὸν ἄνθρωπον τοῦ θεοῦ.