Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 146: To Naucratius, His Son

ρμϛ΄. Ναυκρατίῳ τέκνῳ.

Τίς ὁ ἐμὸς βίος καὶ λόγος, ὅτι οὕτω περιτρύζετέ με, ὦ τέκνον, καὶ περιπονεῖσθε, ἐκ τοσούτου μήκους καὶ ἐν τοσούτῳ πειρασμῷ, παραλογιζόμενοι πάντα πόνον καὶ κίνδυνον ἐν τῷ ἐπισκέπτεσθαι τὴν ταπείνωσίν μου· καὶ τοῦτο ἀδιαλείπτως, καὶ τοῦτο μετὰ τοσαύτης δωροφορίας· ἐποιήσατε τὰ μακρὰν, ἐγγύς· τὰ δυσάνυστα, εὐάνυστα· τὰ ἔρημα, εὐδιάβατα· ἐξεπλήξατε τοὺς ὁρῶντας· διηνοίξατε στόματα εἰς αἰνέσεις κυρίου κατανούντων τῆς πίστεως καὶ ἀγάπης ὑμῶν τὰ κατορθώματα· ποῦ γὰρ οὕτω προήχθησάν τινες τῶν ἄλλων ἐνδείξασθαι πρὸς τοὺς οἰκείους πατέρας τὰ τῆς εἰλικρινοῦς φιλίας; εὐλογητὸς ὁ θεὸς ὁ οὖτως ὑμᾶς ἀναδείξας, κατὰ τὴν ὑμῶν μὲν ἀρετὴν, παρ᾽ ἀξίαν δὲ τῆς ἐμῆς ταλαιπωρίας· ὁμολογῶ γὰρ ἁμαρτωλὸς ὑπάρχειν, πάντων ἀνθρώπων ἐλαχιστότερος· κἂν αὐτὸς ἀγάπη φερόμενος, τοσούτοις ἐγκωμίοις με δοκιμάζοις καταστέφειν· ἀπέχω οὖν ὦ ἐπιπόθητε τὰ τῆς πεποιθήσεώς σου· ἀπέχω τὰ τῆς γηροκομίας σου· ὡς τέκνον ἐβάστασας, ὡς ἀδελφὸς ἐθεράπευσας, προσθείην καὶ ὡς πατὴρ ἐθησαύρισας· εἰ δὲ καὶ ὡς συνεργὸς συνεκοπίασας, εἴτε ὡς μαθητὴς τὰ ὑστερήματα ἀνεπλήρωσας, εὖ σε ποιῆσαι κύριος ὁ θεὸς τοῦ πατρός μου, καὶ προσθείη πνεῦμα σοὶ ἐπὶ πνεύματι, δύναμιν ἐπὶ δυνάμει, σύνεσιν ἐπὶ συνέσει μέχρι τέλους εἶεν· τὸ λοιπὸν προσεύχου περὶ τῆς ταπεινώσεώς μου, ἵνα εὐαρέστως κυρίῳ πορεύσωμαι κἂν πρὸς τὸ ἑξῆς τῆς ζωῆς μου· πάνυ ἀνεπάειν ἐπὶ τῷ ἀδελφῷ Ἀδριανῷ εἴ γε καὶ παραχωρηθείη μοι συνεῖναι· ἐπίσχες τοῦ ἀποστεῖλαι μέχρι σεπτεμβρίου ἐνταῦθα διὰ πολλὰ, οὐκ οἶδα εἰ μήτι ἀναγκαῖον· γνοὺς τὰ τῶν τινῶν ἡγουμένων, ἐστέναξα ὁ τάλας· στηριχθείησαν οἱ λοιποὶ πατέρες, στηρίζοντες ἡμᾶς τοὺς ὀλιγώρους δι᾽ ἑαυτῶν· προσειπὲ τοὺς συνήθεις· προσαγορεύουσί σε οἱ σὺν ἐμοὶ πάνυ· ἔῤῥωσο ἐν κυρίῳ· ἀλλὰ γὰρ καὶ σώματι ἐπιμελῶς ἔχε, μαθὼν γὰρ τὴν τῶν σπλάγχνων σου κάκωσιν, ἠνιάθην οὐ μετρίως.

· Contents ·