Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 147: To Ignatius, His Son
ρμζ΄. Ἰγνατίῳ τέκνῳ.
Ἀπὸ τῶν γραμμάτων σου θεωρῶν εἰμὶ τὴν καρδίαν σου, ὦ καλέ μου Ἰγνάτιε· καὶ χαίρω μὲν τῇ πεποιθήσει καὶ εἰλικρινεῖ ἀγάπῃ σου· λυποῦμαι δὲ, ὅτι μὴ ἄξιος ὦν, τοιούτους ἔχω τοὺς φιλοῦντας με υἱοὺς ἐν κυρίῳ, πάντα προαιρουμένους εἰς ἐμὲ τὸν δύστηνον· ὅτι εἰ δυνατὸν καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαντες ἂν, ἐδώκατέ μοι· τίς ὡς ἐγὼ ἐν μαθηταῖς δοξαστός; καὶ τίς ὁ ἐμοῦ ὑποδεέστερος διὰ τὰς ἁμαρτίας; οὐδείς· ἀλλ᾽ ἔχου τέκνον καὶ ὑπερεύχου κατορθοῦντα με πορεύεσθαι, ἵνα ἐν ἐμοὶ μὴ ὄνειδος, ἀλλὰ καύχημα ἔχοιτε· κἀγὼ παρακαλῶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμᾶς τοὺς τῆς ἀδελφότητος ἀκρόμονας, ἑδραίους εἶναι τὰ νῦν, ἀμετακινήτους τῆς πίστεως, περισσεύοντας ἐν τῷ ἔργῳ κυρίου πάντοτε· ἀφ᾽ ὧν γίνοιτο εἰς τοὺς ὑφειμένους εὐθύτης· εἴητε ἐξεμπλάρια τοῖς πᾶσιν ἀγαθοεργείας κραταιότητος· βλέπετε τοὺς καταπίπτοντας ἐν ἀσεβείᾳ, καὶ ἔμφοβοι ἐστὲ, μᾶλλον δὲ προσεκτικοὶ, θερμοκάρδιοι, διδακτικοὶ καὶ διεγερτικοὶ πρὸς τοὺς πλησίον, ἵνα καθ᾽ ἑκάστην στεφανοῦσθαι· τεθεράπευκάς με τέκνον ἐν ταῖς τετράσιν, ἀλλὰ πάλιν ἀνταπέσταλκα αὐτὰς, ἵνα μοι συμπληρωθείσας ἀποστείλῃς· ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου.