Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 148: To the Augusta Mary
ρμη΄. Μαρίᾳ αὐγούστῃ.
Νῦν δοξάζειν ἐστὶ τὸν θεὸν ἐπὶ παντὶ ἀνθρώπῳ τῷ ἐνισταμένῳ ὑπὲρ ἀληθείας Χριστοῦ· καθότι οὐ προτιμᾶταί τι τῶν ἐπὶ γῆς, οὐδὲ μέχρις οἰκείας σαρκὸς, χάριν τῆς ἀμωμήτου πίστεως ἡμῶν τῶν χριστιανῶν· μάλιστα δὲ δοξάζειν ἔστιν, ὅτι σὺ ἡ δοκοῦσα διὰ τὴν βασιλικὴν ἀξίαν, προσθείην δ᾽ ἂν καὶ διὰ τὴν γυναικείαν φύσιν, καὶ ὅσα ἐξ ἀμφοῖν δυσχερῶς ἔχει, ὑποπτήσσειν καὶ προδιδεῖν τὴν εὐσέβειαν· τοὐναντίον γενναίως ἔστης στέφανον ὁμολογίας αἱρουμένη, καὶ μηδενὶ τῶν ἐπιγείων ἔρωτι κρατουμένη· ὄντως βασιλικόν σου δέσποινά μου τὸ φρόνημα, ὑπερφερὲς τὸ τῆς ψυχῆς ἀξίωμα· μακαρία εἶ τελειοῦσα σου τὸν ἀγῶνα· ἔδωκας σύσσημον ἐν τῇ γενεᾷ ταύτῃ, ἀρετῆς σου θεοτιμήτου· αἰνετόν σου γέγονε τὸ ὄνομα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· ἐφάνης μᾶλλον ἐν τῷ κόσμῳ βασιλεύουσα τῇ ἀρετῇ, ἢ ὅτε διάδημα περιετίθετό σοι χρυσοκόλλητον· εὐλογημένη σὺ ἐν βασιλίσιν· ἄρτι κλέος μοναζουσῶν· ἄρτι φῶς ἐν κόσμῳ ἐπεὶ καὶ πρότερον, ἀλλ᾽ οὐ τοσοῦτον· στῆθι ἔτι παρακαλῶ, μὴ πτοηθῇς ἡ θεὸν ἐπίκουρον ἔχουσα, δι᾽ ὃν πτοηθήσεταί σε ὁ δοκῶν πτοεῖν σε· ἠδίκησαι τὸ πρὶν ἀδικίαν ἀθεράπευτον παρὰ βασιλέως τοῦ καὶ ὁμοζύγου, δι᾽ ἣν καὶ τετάρακται πόσα καὶ πηλίκα ἡ ἐκκλησία τοῦ θεοῦ· μὴ καὶ ἄρτι; τότε ἠδυνήθη παρὰ γὰρ τοῦ κρατοῦντος ἴσχυσεν ὁ διάβολος· οὐ μὴν ἄρτι· παρὰ σοῦ γὰρ τὸ προαιρεῖσθαι τὰ κράτιστα· πιστὸς ὁ θεὸς εἰς ὃν ἤλπισας δοῦναί σοι τῆς τελειώσεως τὸν στέφανον· μόνον παρακαλῶ ἔτι μικρὸν ὅσον ὅσον ἐνεγκεῖν σε τὰς προσβολὰς, τὰς ἀπειλὰς, ἃς ἡ στεῤῥότης σου ὡς ἀφρὸν θαλάσσιον διαλύσειεν, ἐν Χριστῷ Ἰησοῦ τῷ δεσπότῃ καὶ νυμφίῳ σου· δέξαιό μου τὸ γράμμα ἐξ ἀγάπης πνευματικῆς· καὶ ἀντιδοίης μοι τὴν ἱεράν σου προσευχήν.