Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 149: To a Spatharia

ρμθ΄. Σπαθαρέᾳ.

Ἐκ πολλῶν προακηκοὼς τῆς κατὰ θεόν σου πολιτείας τὰ ἐξαίρετα, ἄρτι καὶ πείρᾳ ἔμαθον δι᾽ ῶν ἀπέστειλας τῇ εὐτελείᾳ μου, ὅτι ἔχεις σπέρματα εὐσεβείας ἐν τῇ καρδίᾳ σου, μεμνημένη τῶν διὰ Χριστὸν πασχόντων· ὅθεν ὡς μανθάνω καὶ φυλάττεις ἑαυτὴν ἀμέθεκτον τῆς τῶν αἱρετικῶν κοινωνίας· χάρις τῷ θεῷ ἐπὶ τῇ σεμνοπρεπείᾳ σου· τοῦ καλοῦ δὴ ἐκείνου ἀνθρώπου καὶ πᾶσιν ἐπιποθήτου, σύμβιος ἡ κυρία μου· ἀγαθὸς ἀνὴρ, γνώριμος ἡμῖν πάλαι· ὑμεῖς ἐξ ἀρχῆς καὶ φιλομόναχοι, καὶ θεραπευταὶ τῶν ἐνδεῶν ὥσπερ καὶ τὰ νῦν· καὶ γὰρ ξενοδοχεῖσθαι πύθομαι παρὰ τῇ εὐλογημένῃ σου ἑστίᾳ καὶ Λητόϊον τὸν ἡμέτερον υἱόν· τοὺς γὰρ ἄλλους αὐτὴ οἶσθα, οὓς καὶ περιέπεις· ἀγαθή σου ἡ ἐργασία, εὐλογημένη σου ἡ χηρεία· φυλαχθείης ἐν ἅπασιν εὐαρεστοῦσα Χριστῷ, καὶ τὸν ὑπὲρ ἡμῶν μισθὸν ἀμειβομένη ἐν τῇ αἰωνίᾳ ζωῇ δέσποινά μου τιμιωτάτη.

· Contents ·