Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 150: To a Hypatissa
ρν΄. Ὑπατίσσῃ.
Ἀνέγνων τὴν ἐπιστολὴν τῆς τιμιότητός σου· καὶ ἐπὶ μὲν τῇ ὑγιείᾳ σου ἐδόξασα τὸν θεὸν ὁ ταπεινός· ὑγείαν δὲ λέγω οὐ τὴν τοῦ σώματος τοσοῦτον· ἔστι γὰρ ὅτε τισὶ καὶ ἀλυσιτελὴς αὕτη, ὁπότε οὐ πρὸς ἀρετῆς ἐστιν ἐργασίαν· ἀλλὰ τὴν τῆς ψυχῆς, αὕτη γὰρ ἀεὶ εὐκταία· πόθεν γνωστόν; ὅτι φυλάττεις ἑαυτὴν σῶαν τῆς κοινωνίας τῆς χριστομάχου αἱρέσεως φόβῳ θεοῦ καὶ πίστει ὀρθοδόξῳ· ἐν οἷς κἀγὼ χαίρω, τοιαύτης γυναικὸς θεόφρονος ἀλείπτης ὑπάρχων· ἐπὶ δὲ τῇ θλίψει σου συνελυπήθην οὐ μετρίως, συμφορᾷ ἐπὶ συμφορᾷ δοκιμαζομένης· εὔχομαι οὖν ὡς ἐλάχιστος διασκεδασθῆναι τὰ προσπεσόντα σοι λυπηρὰ ἐλέει θεοῦ, καὶ εἰς τὰ τέκνα καὶ εἰς τοὺς δούλους· σὺ δὲ φέρε ὦ γύναι σεβαστὴ εὐχαρίστως τὰ θλιβερά· ὅτι ὃν ἀγαπᾷ κύριος παιδεύει· ἐπειδὴ διὰ θλίψεών ἐστιν ἐπιτυχεῖν ζωῆς αἰωνίου· φειδοῖ δὲ ὑπομνήσκω ἐν τοῖς ὑπὸ χεῖρα· ἀνιέντες ὡς φησιν ὁ ἀπόστολος τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριος ἐστιν ἐν τοῖς οὐρανοῖς· οἶδα δὲ ὅτι φιλανθρώπως ἔχεις τὰ περὶ αὐτούς· καὶ μὴ βαρυνθῇς ἐν τῇ ὑπομνήσει τῇ ἀγαπητικῇ· ἐν πᾶσιν οὖν ὁ κύριός μου ἄθλιπτόν σε διατηρήσει εὐθυνουμένην ἐν τῇ τρίβῳ τῶν ἐντολῶν αὐτοῦ.