Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 16: To Irene the Patrician
ιϛ΄. Εἰρήνῃ πατρικίᾳ.
Ἐγὼ κἂν οὐ δέχομαι γράμματα παρὰ τῆς τιμιότητός σου, ὦ κυρία, οὐ διαλείψω ὁπόταν τύχοιμι ἐπιστοληφόρου πιστοῦ ἐπιστέλλειν σοι ὡς μητρί μου πνευματικῇ· πῶς γὰρ καὶ μὴ καλέσαιμί σε οὕτως, διὰ Χριστὸν πάσχουσαν, διασπασθεῖσαν τῆς κεφαλῆς, ἐκβληθεῖσαν οἰκίας, πόλεως, συγγενῶν, φίλων, καὶ ἐν ἐσχατιᾷ τινὶ περιωρισμένην; καὶ οὕπω λέγω τῶν ἄλλων σου ἀγαθοεργειῶν τὰ ἐπίσημα ἔκπαλαι τῶν χρόνων διηνυσμένα· ἐπεὶ καὶ τὰ εἰς ἐμὲ τὸν ἁμαρτωλὸν γεγενημένα καὶ ἔτι γινόμενα· ταῦτα γυναικὸς ἀνδρικωτάτης τῷ πνεύματι· ταῦτα ψυχῆς μαρτυρόφρονος· ταῦτα καρδίας ζητούσης τὸν θεὸν ἐξ ὅλης δυνάμεως· ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, ὅτι γυνὴ συγκλητικὴ ἦρεν ὁμολογίας Χριστοῦ στέφανον· ἀκουέτω ἀνατολὴ καὶ δύσις, ὅτι καὶ νῦν τὸ χρυσοῦν γένος τῶν μακαρίων θηλειῶν ἐξ ὧν Θέκλα καὶ Φεβρονία ἀνατέταλκε· τί γάρ; εἰ καὶ μὴ ἐσφάγης, ἀλλὰ τῇ προθέσει καὶ τοῖς παρακολουθήμασιν εἴλου τὸ πάθος· μακαρία εἶ ἐν γυναιξί· τρισμακαρία εἶ ἐν μητράσι· ποῦ ποτ᾽ ἂν εἶεν αἱ λοιπαὶ μητέρες· ποῦ ποτ᾽ ἂν αἱ ἐν τοῖς μεγίστοις ἀξιώμασι τελοῦσαι· μία ἐκ πασῶν καὶ πρὸ πασῶν σὺ ἠρίστευσας· σὺ δέδωκας καιρίαν πληγὴν τῷ διαβόλῳ· ἀλλ᾽ ἐπεὶ οὐχ ὁ ἐναρξάμενος ἤδη τοῦ καλοῦ μακαριστὸς, ἀλλὰ ὁ εἰς πέρας ἀγαγὼν καλὴν ἐγχείρησιν, δέομαί σου δέσποινά μου αἰδέσιμε, τόνωσόν σου τὸ πνεῦμα ἐπὶ τέλει τῶν ἀγώνων, βίου εὐκλεοῦς συγγραφὴν τοῖς μεταγενεστέροις τὴν σαυτῆς ζωὴν ἐγκαταλιμπάνουσα· τοῦτο δὲ παρακαλῶ καὶ ὑπομιμνήσκω, πεφεισμένως ἔχειν σε τοῦ σώματος σου τῆς ὑγείας· οἶδα γάρ σου τὸ ἀκρατὲς τῆς προθυμίας· χρῶ τοῖς ῥωννύειν σε δυναμένοις· παρηγοροῦ ἑαυτήν· ἱκανὸν τὸ ἄθλον τῆς στερήσεως πάντων· σοὶ μὲν τῇ μητρὶ ταῦτα ὡς ἐν βραχέσι.
Τί δὲ φῶμεν τῇ κυρίᾳ θυγατρὶ παρομαρτούσῃ σου τῇ ἀρετῇ; ἐξ ἀγαθῆς ῥίζης, ἀγαθὸς ἐβλάστησας καρπός· μὴ λυποῦ ὅτι ἐστερήθης τοῦ ὁμοζύγου· εἰ γὰρ παρῆν, οὐκ ἂν ἐν οἷς εἶ νῦν κατελαμβάνου· μετὰ μητρὸς μὲν, ἀλλὰ καὶ μάρτυρος· μετὰ πατρὸς, ἀλλὰ πλέον μετὰ τοῦ ἄνω καὶ ἀθανάτου· οὐκέτι ὡς ἐν σαρκὶ, ἀλλ᾽ ὑπὲρ σάρκα· ἄλειφε τὴν τεκοῦσάν σε μάρτυρα παρακαλῶ· συνδιάμειβε τὸ τῆς ἐξορίας ἄθλον, καθὰ καὶ ποιεῖς· ὑπηρέτει ὁμολογιστρίᾳ Χριστοῦ· ἀρκεῖ σοι εἰς εὐδοξίαν καὶ σωτηρίαν ἡ συνείδησις καὶ συνάθλησις· ταῦτα ἐξ ἀγάπης πνευματικῆς, ἐκ φροντίδος μοι περιπονητικῆς· ἐπεὶ, ὡς εἴρηται, ἴσμεν σοφήν σε οὖσαν πάντα ποιεῖν ὅσα ὁ λόγος ἀπαιτοίη· ἀπεδεξάμην καὶ νῦν τὰ πρόσφορά σου, καὶ ἕως πότε ἄρτι ἐν ἐξορίᾳ· ἀλλὰ παντὶ ὁ πόθος πρᾶγμα εὐανάδοτον· ἀνενεχθείησαν πάντα εἰς ὀσμὴν εὐωδίας τῷ Χριστῷ· εὔχεσθε καὶ αὐταὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.